top Esther ch 7

Chapter 7

Old Greek Lucianic (Alpha)
7:1  εἰσῆλθεν δὲ βασιλεὺς καὶ Ἀμὰν συμπιεῖν τῇ βασιλίσσῃ.
7:2  εἶπεν δὲ βασιλεὺς Ἐσθὴρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν τῷ πότῳ τί ἐστιν, Ἐσθὴρ βασίλισσα, καὶ τί τὸ αἴτημά σου καὶ τί τὸ ἀξίωμά σου; καὶ ἔστω σοί ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου. ὡς δὲ προῆγεν πρόποσις εἶπεν βασιλεὺς τῇ Ἐσθήρ Τί ἐστιν κίνδυνος καὶ τί τὸ αἴτημά σου; ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου. καὶ ἠγωνίασεν Ἐσθὴρ ἐν τῷ ἀπαγγέλλειν, ὅτι ἀντίδικος ἐν ὀφθαλμοῖς αὐτῆς, καὶ θεὸς ἔδωκεν αὐτῇ θάρσος ἐν τῷ αὐτὴν ἐπικαλεῖσθαι αὐτόν.
7:3  καὶ ἀποκριθεῖσα εἶπεν εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, δοθήτω ψυχή μου τῷ αἰτήματί μου καὶ λαός μου τῷ ἀξιώματί μου· καὶ εἶπεν Ἐσθὴρ Εἰ δοκεῖ τῷ βασιλεῖ, καὶ ἀγαθὴ κρίσις ἐν καρδίᾳ αὐτοῦ, δοθήτω λαός μου τῷ αἰτήματί μου καὶ τὸ ἔθνος τῆς ψυχῆς μου.
7:4  ἐπράθημεν γὰρ ἐγώ τε καὶ λαός μου εἰς ἀπώλειαν καὶ διαρπαγὴν καὶ δουλείαν, ἡμεῖς καὶ τὰ τέκνα ἡμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ παρήκουσα· οὐ γὰρ ἄξιος διάβολος τῆς αὐλῆς τοῦ βασιλέως. ἐπράθημεν γὰρ ἐγὼ καὶ λαός μου εἰς δούλωσιν, καὶ τὰ νήπια αὐτῶν εἰς διαρπαγήν, καὶ οὐκ ἤθελον ἀπαγγεῖλαι, ἵνα μὴ λυπήσω τὸν κύριόν μου· ἐγένετο γὰρ μεταπεσεῖν τὸν ἄνθρωπον τὸν κακοποιήσαντα ἡμᾶς.
7:5  εἶπεν δὲ βασιλεύς τίς οὗτος, ὅστις ἐτόλμησεν ποιῆσαι τὸ πρᾶγμα τοῦτο; καὶ ἐθυμώθη βασιλεὺς καὶ εἶπεν Τίς ἐστιν οὗτος, ὅς ἐτόλμησε ταπεινώσαι τὸ σημεῖον τῆς βασιλείας μου ὥστε παρελθεῖν τὸν φόβον σου; ὡς δὲ εἶδεν βασίλισσα ὅτι δεινὸν ἐφάνη τῷ βασιλεῖ, καὶ μισοπονηρεῖ, εἶπεν Μὴ ὀργίζου, κύριε· ἱκανὸν γὰρ ὅτι ἔτυχον τοῦ ἱλασμοῦ σου· εὐωχοῦ, βασιλεῦ· αὔριον δὲ ποιήσω κατὰ τὸ ῥῆμά σου. καὶ ὤμοσεν βασιλεὺς τοῦ ἀπαγγεῖλαι αὐτὴν αὐτῷ τὸν ὑπερηφανευσάμενον τοῦ ποιῆσαι τοῦτο καὶ μετὰ ὅρκου ὑπέσχετο ποιῆσαι αὐτῇ ἂν βούληται.
7:6  εἶπεν δὲ Ἐσθὴρ ἄνθρωπος ἐχθρὸς Ἀμὰν πονηρὸς οὗτος. Ἀμὰν δὲ ἐταράχθη ἀπὸ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης. καὶ θαρσήσασα Ἐσθὴρ εἶπεν Ἁμὰν φίλος σου ψευδὴς οὑτοσί, πονηρὸς ἄνθρωπος οὗτος.
7:7  δὲ βασιλεὺς ἐξανέστη ἐκ τοῦ συμποσίου εἰς τὸν κῆπον· δὲ Ἀμὰν παρῃτεῖτο τὴν βασίλισσαν, ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα. ἔκθυμος δὲ γενόμενος βασιλεὺς καὶ πλησθεὶς ὀργῆς ἀνεπήδησε καὶ ἦν περιπατῶν. καὶ Ἁμὰν ἐταράχθη4 καὶ προσέπεσεν ἐπὶ τοὺς πόδας Ἐσθὴρ τῆς βασιλίσσης ἐπὶ τὴν κοίτην ἔτι ἀνακειμένης.
7:8  ἐπέστρεψεν δὲ βασιλεὺς ἐκ τοῦ κήπου, Ἀμὰν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην ἀξιῶν τὴν βασίλισσαν· εἶπεν δὲ βασιλεύς ὥστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου; Ἀμὰν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ. καὶ βασιλεὺς ἐπέστρεψεν ἐπὶ τὸ συμπόσιον καὶ ἰδὼν εἶπεν Οὐχ ἱκανόν σοι ἁμαρτία τῆς βασιλείας, ἀλλὰ καὶ τὴν γυναῖκά μου ἐκβιάζῃ ἐνώπιόν μου; ἀπαχθήτω Ἁμὰν καὶ μὴ ζήτω. καὶ οὕτως ἀπήγετο.
7:9  εἶπεν δὲ Βουγαθὰν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα ἰδοὺ καὶ ξύλον ἡτοίμασεν Ἀμὰν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως, καὶ ὤρθωται ἐν τοῖς Ἀμὰν ξύλον πηχῶν πεντήκοντα. εἶπεν δὲ βασιλεύς σταυρωθήτω ἐπ' αὐτοῦ. καὶ εἶπεν Ἀγαθάς εἷς τῶν παίδων αὐτοῦ Ἰδοὺ ξύλον ἐν τῇ αὐλῇ αὐτοῦ πηχῶν πεντήκοντα, ἔκοψεν Ἁμὰν ἵνα κρεμάσῃ Μαρδοχαῖον τὸν λαλήσαντα ἀγαθὰ περὶ τοῦ βασιλέως· κέλευσον οὖν, κύριε, ἐπ' αὐτῷ αὐτὸν κρεμασθῆναι. καὶ εἶπεν βασιλεὺς Κρεμασθήτω ἐπ' αὐτῷ.
7:10  καὶ ἐκρεμάσθη Ἀμὰν ἐπὶ τοῦ ξύλου, ἡτοίμασεν Μαρδοχαίῳ. καὶ τότε βασιλεὺς ἐκόπασεν τοῦ θυμοῦ. N/A