top Esther ch 6

Chapter 6

Old Greek Lucianic (Alpha)
6:1  δὲ κύριος ἀπέστησεν τὸν ὕπνον ἀπὸ τοῦ βασιλέως τὴν νύκτα ἐκείνην, καὶ εἶπεν τῷ διδασκάλῳ αὐτοῦ εἰσφέρειν γράμματα μνημόσυνα τῶν ἡμερῶν ἀναγινώσκειν αὐτῷ. δὲ δυνατὸς ἀπέστησε τὸν ὕπνον τοῦ βασιλέως τὴν νύκτα ἐκείνην, καὶ ἦν ἀγρυπνῶν. καὶ ἐκλήθησαν οἱ ἀναγνῶσται, καὶ τὸ βιβλίον τῶν μνημοσυνῶν ἀνεγινώσκετο αὐτῷ,
6:2 εὗρεν δὲ τὰ γράμματα τὰ γραφέντα περὶ Μαρδοχαίου, ὡς ἀπήγγειλεν τῷ βασιλεῖ περὶ τῶν δύο εὐνούχων τοῦ βασιλέως ἐν τῷ φυλάσσειν αὐτοὺς καὶ ζητῆσαι ἐπιβαλεῖν τὰς χεῖρας Ἀρταξέρξῃ. καὶ ἦν ὑπόθεσις τῶν εὐνούχων καὶ ἐποίησε Μαρδοχαῖος εὐεργέτημα τῷ βασιλεῖ. καὶ ἐπέστησεν βασιλεὺς τὸν νοῦν σφόδρα λέγων Πιστὸς ἀνὴρ Μαρδοχαῖος εἰς παραφυλακὴν τῆς ψυχῆς μου, διότι αὐτὸς ἐποίησέ με ζῆν ἄχρι τοῦ νῦν, καὶ κάθημαι σήμερον ἐπὶ τοῦ θρόνου μου καὶ οὐκ ἐποίησα αὐτῷ οὐθέν· οὐκ ὀρθῶς ἐποίησα.
6:3 εἶπεν δὲ βασιλεύς τίνα δόξαν χάριν ἐποιήσαμεν τῷ Μαρδοχαίῳ; καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως οὐκ ἐποίησας αὐτῷ οὐδέν. καὶ εἶπεν βασιλεὺς τοῖς παισὶν αὐτοῦ Τί ποιήσωμεν τῷ Μαρδοχαίῳ τῷ σωτῆρι τῶν λόγων τούτων; καὶ νοήσαντες οἱ νεανίσκοι διεφθόνουν αὐτῷ· ἐνέκειτο γὰρ φόβος Ἀμὰν ἐν τοῖς σπλάγχνοις αὐτῶν. καὶ ἐνόησεν βασιλεύς. καὶ ἐγένετο ὄρθρος.
6:4 ἐν δὲ τῷ πυνθάνεσθαι τὸν βασιλέα περὶ τῆς εὐνοίας Μαρδοχαίου ἰδοὺ Ἀμὰν ἐν τῇ αὐλῇ· εἶπεν δὲ βασιλεύς τίς ἐν τῇ αὐλῇ; δὲ Ἀμὰν εἰσῆλθεν εἰπεῖν τῷ βασιλεῖ κρεμάσαι τὸν Μαρδοχαῖον ἐπὶ τῷ ξύλῳ, ἡτοίμασεν. καὶ ἠρώτησεν βασιλεύς Τίς ἐστιν ἔξω; καὶ ἦν Ἁμάν. Ἀμὰν δὲ ὠρθρίκει λαλῆσαι τῷ βασιλεῖ, ἵνα κρεμάσῃ τὸν Μαρδοχαῖον.
6:5 καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως ἰδοὺ Ἀμὰν ἕστηκεν ἐν τῇ αὐλῇ· καὶ εἶπεν βασιλεύς καλέσατε αὐτόν. καὶ εἶπεν βασιλεὺς εἰσαγαγεῖν αὐτόν.
6:6 εἶπεν δὲ βασιλεὺς τῷ Ἀμὰν τί ποιήσω τῷ ἀνθρώπῳ, ὃν ἐγὼ θέλω δοξάσαι; εἶπεν δὲ ἐν ἑαυτῷ Ἀμὰν τίνα θέλει βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ; ὡς δὲ εἰσῆλθεν, εἶπεν αὐτῷ βασιλεύς Τί ποιήσωμεν τῷ ἀνδρὶ τῷ τὸν βασιλέα τιμῶντι, ὃν βασιλεὺς βούλεται δοξάσαι; καὶ ἐλογίσατο Ἁμὰν λέγων ὅτι Τίνα βούλεται βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ;
6:7 εἶπεν δὲ πρὸς τὸν βασιλέα ἄνθρωπον, ὃν βασιλεὺς θέλει δοξάσαι, καὶ εἶπεν Ἀμὰν Ἄνθρωπος, ὃν βασιλεὺς βούλεται δοξάσαι,
6:8 ἐνεγκάτωσαν οἱ παῖδες τοῦ βασιλέως στολὴν βυσσίνην, ἣν βασιλεὺς περιβάλλεται, καὶ ἵππον, ἐφ' ὃν βασιλεὺς ἐπιβαίνει, ληφθήτω στολὴ βασιλικὴν καὶ ἵππος βασιλικός, ἐφ' ὃν βασιλεὺς ἐπιβαίνει,
6:9 καὶ δότω ἑνὶ τῶν φίλων τοῦ βασιλέως τῶν ἐνδόξων καὶ στολισάτω τὸν ἄνθρωπον, ὃν βασιλεὺς ἀγαπᾷ, καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον καὶ κηρυσσέτω διὰ τῆς πλατείας τῆς πόλεως λέγων οὕτως ἔσται παντὶ ἀνθρώπῳ, ὃν βασιλεὺς δοξάζει. καὶ εἷς τῶν ἐνδόξων, τῶν φίλων τοῦ βασιλέως, λαβέτω ταῦτα καὶ ἐνδυσάτω αὐτὸν καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον καὶ περιελθέτω τὴν πόλιν ἔμπροσθεν αὐτοῦ κηρύσσων Κατὰ τάδε ποιηθήσεται τῷ τὸν βασιλέα τιμῶντι, ὃν βασιλεὺς βούλεται δοξάσαι.
6:10 εἶπεν δὲ βασιλεὺς τῷ Ἀμὰν καθὼς ἐλάλησας, οὕτως ποίησον τῷ Μαρδοχαίῳ τῷ Ἰουδαίῳ τῷ θεραπεύοντι ἐν τῇ αὐλῇ, καὶ μὴ παραπεσάτω σου λόγος ὧν ἐλάλησας. καὶ εἶπεν βασιλεὺς τῷ Ἁμάν Ταχὺ δράμε καὶ λάβε τὸν ἵππον καὶ στολὴν ὡς εἴρηκας καὶ ποίησον Μαρδοχαίῳ τῷ Ἰουδαίῳ τῷ καθημένῳ ἐν τῷ πυλῶνι, καὶ μὴ παραπεσάτω λόγος σου. ὡς δὲ ἔγνω Ἁμὰν ὅτι οὐκ ἦν αὐτὸς δοξαζόμενος, ἀλλ' ὅτι Μαρδοχαῖος, συνετρίβη καρδία αὐτοῦ σφόδρα, καὶ μετέβαλε τὸ πνεῦμα αὐτοῦ ἐν ἐκλύσει.
6:11 ἔλαβεν δὲ Ἀμὰν τὴν στολὴν καὶ τὸν ἵππον καὶ ἐστόλισεν τὸν Μαρδοχαῖον καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ἵππον καὶ διῆλθεν διὰ τῆς πλατείας τῆς πόλεως καὶ ἐκήρυσσεν λέγων οὕτως ἔσται παντὶ ἀνθρώπῳ, ὃν βασιλεὺς θέλει δοξάσαι. καὶ ἔλαβεν Ἁμὰν τὴν στολὴν καὶ τὸν ἵππον ἐντρεπόμενος τὸν Μαρδοχαῖον, καθότι ἐκείνῃ τῇ ἡμέρᾳ ἐκεκρίκει ἀνασκολοπίσαι αὐτόν, καὶ εἶπε τῷ Μαρδοχαίῳ Περιελοῦ τὸν σάκκον. καὶ ἐταράχθη Μαρδοχαῖος ὡς ἀποθνῄσκων καὶ ἀπεδύσατο μετ' ὀδύνης τὸν σάκκον καὶ ἐνεδύσατο ἱμάτια δόξης. καὶ ἐδόκει Μαρδοχαῖος τέρας θεωρεῖν, καὶ καρδία αὐτοῦ πρὸς τὸν κύριον, καὶ ἐξίστατο ἐν ἀφασίᾳ. καὶ ἔσπευσεν Ἁμὰν ἀναλαβεῖν αὐτὸν ἔφιππον. καὶ ἐξήγαγεν Ἁμὰν τὸν ἵππον ἔξω καὶ προσήγαγεν αὐτὸν Κατὰ τάδε ποιηθήσεται τῷ ἀνδρὶ τῷ τὸν βασιλέα τιμῶντι, ὃν βασιλεὺς βούλεται δοξάσαι.
6:12 ἐπέστρεψεν δὲ Μαρδοχαῖος εἰς τὴν αὐλήν, Ἀμὰν δὲ ὑπέστρεψεν εἰς τὰ ἴδια λυπούμενος κατὰ κεφαλῆς. καὶ μὲν Ἀμὰν ἀπῆλθε πρὸς ἑαυτὸν ἐσκυθρωπωμένος, δὲ Μαρδοχαῖος ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
6:13 καὶ διηγήσατο Ἀμὰν τὰ συμβεβηκότα αὐτῷ Ζωσαρὰ τῇ γυναικὶ αὐτοῦ καὶ τοῖς φίλοις, καὶ εἶπαν πρὸς αὐτὸν οἱ φίλοι καὶ γυνή εἰ ἐκ γένους Ἰουδαίων Μαρδοχαῖος, ἦρξαι ταπεινοῦσθαι ἐνώπιον αὐτοῦ, πεσὼν πεσῇ· οὐ μὴ δύνῃ αὐτὸν ἀμύνασθαι, ὅτι θεὸς ζῶν μετ' αὐτοῦ. καὶ διηγήσατο Ἀμὰν τῇ γυναικὶ αὐτοῦ πάντα τὰ γενόμενα αὐτῷ, καὶ εἶπεν γυνὴ αὐτοῦ καὶ οἱ σοφοὶ αὐτοῦ Ἀφ' ὅτε λαλεῖς περὶ αὐτοῦ κακά, προσπορεύεταί σοι τὰ κακά· ἡσύχαζε, ὅτι θεὸς ἐν αὐτοῖς.
6:14 ἔτι αὐτῶν λαλούντων παραγίνονται οἱ εὐνοῦχοι ἐπισπεύδοντες τὸν Ἀμὰν ἐπὶ τὸν πότον, ὃν ἡτοίμασεν Ἐσθήρ. καὶ αὐτῶν λαλούντων παρῆν τις ἐπὶ τὸν πότον σπουδάζων αὐτόν· καὶ οὕτως ἱλαρώθη καὶ πορευθεὶς ἀνέπεσε μετ' αὐτῶν ἐν ὥρᾳ.