top Esther ch 5

Chapter 5

Old Greek Lucianic (Alpha)
D.1 καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὡς ἐπαύσατο προσευχομένη, ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτῆς Καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὡς ἐπαύσατο Ἐσθὴρ προσευχομένη, ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὰ ἱμάτια τῆς δόξης
D.2 καὶ γενηθεῖσα ἐπιφανὴς ἐπικαλεσαμένη τὸν πάντων ἐπόπτην θεὸν καὶ σωτῆρα παρέλαβεν τὰς δύο ἅβρας καὶ γενομένη ἐπιφανὴς καὶ ἐπικαλεσαμένη τὸν πάντων γνώστην καὶ σωτῆρα θεὸν παρέλαβε μεθ' ἑαυτῆς δύο ἅβρας
D.3  καὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυφερευομένη, καὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυφερευομένη,
D.4  δὲ ἑτέρα ἐπηκολούθει κουφίζουσα τὴν ἔνδυσιν αὐτῆς, δὲ ἑτέρα ἐπηκολούθει ἐπικουφίζουσα τὸ ἔνδυμα αὐτῆς,
D.5 καὶ αὐτὴ ἐρυθριῶσα ἀκμῇ κάλλους αὐτῆς, καὶ τὸ πρόσωπον αὐτῆς ἱλαρὸν ὡς προσφιλές, δὲ καρδία αὐτῆς ἀπεστενωμένη ἀπὸ τοῦ φόβου. καὶ αὐτὴ ἐρυθριῶσα ἐν ἀκμῇ κάλλους αὐτῆς, καὶ τὸ πρόσωπον αὐτῆς ὡς προσφιλές, δὲ καρδία αὐτῆς ἀπεστενωμένη.
D.6 καὶ εἰσελθοῦσα πάσας τὰς θύρας κατέστη ἐνώπιον τοῦ βασιλέως, καὶ αὐτὸς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ καὶ πᾶσαν στολὴν τῆς ἐπιφανείας αὐτοῦ ἐνεδεδύκει, ὅλος διὰ χρυσοῦ καὶ λίθων πολυτελῶν, καὶ ἦν φοβερὸς σφόδρα. καὶ εἰσελθοῦσα τὰς θύρας ἔστη ἐνώπιον τοῦ βασιλέως, καὶ βασιλεὺς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ καὶ πᾶσαν στολὴν τῆς ἐπιφανείας ἐνδεδύκει, ὅλος διάχρυσος, καὶ λίθοι πολυτελεῖς ἐπ' αὐτῷ, καὶ φοβερὸς σφόδρα.
D.7 καὶ ἄρας τὸ πρόσωπον αὐτοῦ πεπυρωμένον δόξῃ ἐν ἀκμῇ θυμοῦ ἔβλεψεν, καὶ ἔπεσεν βασίλισσα καὶ μετέβαλεν τὸ χρῶμα αὐτῆς ἐν ἐκλύσει καὶ κατεπέκυψεν ἐπὶ τὴν κεφαλὴν τῆς ἅβρας τῆς προπορευομένης. καὶ ἄρας τὸ πρόσωπον αὐτοῦ πεπυρωμένον ἐν δόξῃ ἐνέβλεψεν αὐτῇ ὡς ταῦρος ἐν ἀκμῇ θυμοῦ αὐτοῦ, καὶ ἐφοβήθη βασίλισσα καὶ μετέβαλε τὸ πρόσωπον αὐτῆς ἐν ἐκλύσει καὶ ἐπικύπτω ἐπὶ τὴν κεφαλὴν τῆς ἅβρας τῆς προπορευομένης.
D.8 καὶ μετέβαλεν θεὸς τὸ πνεῦμα τοῦ βασιλέως εἰς πραΰτητα, καὶ ἀγωνιάσας ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτοῦ, μέχρις οὗ κατέστη, καὶ παρεκάλει αὐτὴν λόγοις εἰρηνικοῖς καὶ εἶπεν αὐτῇ καὶ μετέβαλεν θεὸς τὸ πνεῦμα τοῦ βασιλέως καὶ μετέθηκε τὸν θυμὸν αὐτοῦ εἰς πραότητα, καὶ ἀγωνιάσας βασιλεὺς κατεπήδησεν ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτοῦ καὶ παρεκάλεσεν αὐτὴν
D.9 τί ἐστιν, Ἐσθήρ; ἐγὼ ἀδελφός σου, θάρσει, καὶ εἶπεν Τί ἐστιν, Ἐσθήρ; ἐγὼ εἰμι ἀδελφός σου, θάρσει,
D.10  οὐ μὴ ἀποθάνῃς, ὅτι κοινὸν τὸ πρόσταγμα ἡμῶν ἐστιν· οὐ μὴ ἀποθάνῃς, ὅτι κοινόν ἐστι τὸ πρᾶγμα ἡμῶν,
D.11  πρόσελθε. καὶ οὐ πρὸς σὲ ἀπειλή· ἰδοὺ τὸ σκῆπτρον ἐν τῇ χειρί σου.
D.12 καὶ ἄρας τὴν χρυσῆν ῥάβδον ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτῆς καὶ ἠσπάσατο αὐτὴν καὶ εἶπεν λάλησόν μοι. καὶ ἄρας τὸ σκῆπτρον ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτῆς καὶ ἠσπάσατο αὐτὴν καὶ εἶπεν Λάλησόν μοι.
D.13 καὶ εἶπεν αὐτῷ εἶδόν σε, κύριε, ὡς ἄγγελον θεοῦ, καὶ ἐταράχθη καρδία μου ἀπὸ φόβου τῆς δόξης σου· καὶ εἶπεν αὐτῷ Εἶδόν σε ὡς ἄγγελον θεοῦ, καὶ ἐτάκη καρδία μου ἀπὸ τῆς δόξης τοῦ θυμοῦ σου, κύριε.
D.14  ὅτι θαυμαστὸς εἶ, κύριε, καὶ τὸ πρόσωπόν σου χαρίτων μεστόν. καὶ ἐπὶ τὸ πρόσωπον αὐτῆς μέτρον ἱδρῶτος·
D.15 ἐν δὲ τῷ διαλέγεσθαι αὐτὴν ἔπεσεν ἀπὸ ἐκλύσεως αὐτῆς,
D.16  καὶ βασιλεὺς ἐταράσσετο, καὶ πᾶσα θεραπεία αὐτοῦ παρεκάλει αὐτήν. καὶ ἐταράσσετο βασιλεὺς καὶ πᾶσα θεραπεία αὐτοῦ, καὶ παρεκάλουν αὐτήν.
5:3 καὶ εἶπεν βασιλεύς τί θέλεις, Ἐσθήρ, καὶ τί σου ἐστιν τὸ ἀξίωμα; ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου καὶ ἔσται σοι. καὶ εἶπεν βασιλεύς Τί ἐστιν, Ἐσθήρ; ἀνάγγειλόν μοι, καὶ ποιήσω σοι· ἕως ἡμίσους τῆς βασιλείας μου.
5:4 εἶπεν δὲ Ἐσθὴρ ἡμέρα μου ἐπίσημος σήμερόν ἐστιν· εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, ἐλθάτω καὶ αὐτὸς καὶ Ἀμὰν εἰς τὴν δοχήν, ἣν ποιήσω σήμερον. καὶ εἶπεν Ἐσθὴρ Ἡμέρα ἐπίσημός μοι αὔριον· εἰ δοκεῖ οὖν τῷ βασιλεῖ, εἴσελθε σὺ καὶ Ἁμὰν φίλος σου εἰς τὸν πότον, ὃν ποιήσω αὔριον.
5:5 καὶ εἶπεν βασιλεύς κατασπεύσατε Ἀμάν, ὅπως ποιήσωμεν τὸν λόγον Ἐσθήρ· καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχήν, ἣν εἶπεν Ἐσθήρ. καὶ εἶπεν βασιλεύς Κατασπεύσατε τὸν Ἁμάν, ὅπως ποιήσωμεν τὸν λόγον Ἐσθήρ. καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχήν, ἣν ἐποίησεν Ἐσθήρ, δεῖπνον πολυτελές.
5:6 ἐν δὲ τῷ πότῳ εἶπεν βασιλεὺς πρὸς Ἐσθὴρ τί ἐστιν, βασίλισσα Ἐσθήρ; καὶ ἔσται σοί ὅσα ἀξιοῖς. καὶ εἶπεν βασιλεὺς πρὸς Ἐσθὴρ βασίλισσα, τί τὸ θέλημά σου; αἴτησαι ἕως ἡμίσους τῆς βασιλείας μου, καὶ ἔσται σοι ὅσα ἀξιοῖς.
5:7 καὶ εἶπεν τὸ αἴτημά μου καὶ τὸ ἀξίωμά μου· καὶ εἶπεν Ἐσθὴρ Τὸ αἴτημά μου καὶ τὸ ἀξίωμά μου·
5:8 εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, ἐλθάτω βασιλεὺς καὶ Ἀμὰν ἐπὶ τὴν αὔριον εἰς τὴν δοχήν, ἣν ποιήσω αὐτοῖς, καὶ αὔριον ποιήσω τὰ αὐτά. εἰ εὗρον χάριν ἐναντίον σοῦ, βασιλεῦ, καὶ εἰ ἐπὶ τὸν βασιλέα ἀγαθὸν δοῦναι τὸ αἴτημά μου καὶ ποιῆσαι τὸ ἀξίωμά μου, ἐλθέτω βασιλεὺς καὶ Ἁμὰν εἰς τὴν δοχήν, ἣν ποιήσω αὐτοῖς καὶ τῇ αὔριον· καὶ αὔριον γὰρ ποιήσω κατὰ τὰ αὐτά. καὶ εἶπεν βασιλεύς Ποίησον κατὰ τὸ θέλημά σου.
5:9 καὶ ἐξῆλθεν Ἀμὰν ἀπὸ τοῦ βασιλέως ὑπερχαρὴς εὐφραινόμενος· ἐν δὲ τῷ ἰδεῖν Ἀμὰν Μαρδοχαῖον τὸν Ἰουδαῖον ἐν τῇ αὐλῇ ἐθυμώθη σφόδρα. καὶ ἀπηγγέλη τῷ Ἁμὰν κατὰ τὰ αὐτά, καὶ ἐθαύμασεν, καὶ βασιλεύς ἀναλύσας ἡσύχασεν.
5:10 καὶ εἰσελθὼν εἰς τὰ ἴδια ἐκάλεσεν τοὺς φίλους καὶ Ζωσαρὰν τὴν γυναῖκα αὐτοῦ δὲ Ἀμὰν εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ συνήγαγε τοὺς φίλους αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ Ζωσάραν τὴν γυναῖκα αὐτοῦ,
5:11 καὶ ὑπέδειξεν αὐτοῖς τὸν πλοῦτον αὐτοῦ καὶ τὴν δόξαν, ἣν βασιλεὺς αὐτῷ περιέθηκεν, καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγεῖσθαι τῆς βασιλείας.
5:12 καὶ εἶπεν Ἀμὰν οὐ κέκληκεν βασίλισσα μετὰ τοῦ βασιλέως οὐδένα εἰς τὴν δοχὴν ἀλλ' ἐμέ, καὶ εἰς τὴν αὔριον κέκλημαι· καὶ ἐκαυχᾶτο λέγων ὡς οὐδένα κέκληκεν βασίλισσα ἐν ἐπισήμῳ ἡμέρᾳ αὐτῆς εἰ μὴ τὸν βασιλέα καὶ ἐμὲ μόνον· καὶ αὔριον κέκλημαι·
5:13 καὶ ταῦτά μοι οὐκ ἀρέσκει, ὅταν ἴδω Μαρδοχαῖον τὸν Ἰουδαῖον ἐν τῇ αὐλῇ. τοῦτο δὲ λυπεῖ με μόνον, ὅταν ἴδω τὸν Μαρδοχαῖον τὸν Ἰουδαῖον ἐν τῇ αὐλῇ τοῦ βασιλέως, καὶ μὴ προσκυνεῖ με.
5:14 καὶ εἶπεν πρὸς αὐτὸν Ζωσαρὰ γυνὴ αὐτοῦ καὶ οἱ φίλοι κοπήτω σοί ξύλον πηχῶν πεντήκοντα, ὄρθρου δὲ εἰπὸν τῷ βασιλεῖ καὶ κρεμασθήτω Μαρδοχαῖος ἐπὶ τοῦ ξύλου· σὺ δὲ εἴσελθε εἰς τὴν δοχὴν σὺν τῷ βασιλεῖ καὶ εὐφραίνου. καὶ ἤρεσεν τὸ ῥῆμα τῷ Ἀμάν, καὶ ἡτοιμάσθη τὸ ξύλον. καὶ εἶπεν αὐτῷ Ζωσάρα γυνὴ αὐτοῦ Ἐκ γένους Ἰουδαίων ἐστίν· ἐπεὶ συγκεχώρηκέ σε βασιλεὺς ἀφανίσαι τοὺς Ἰουδαίους, καὶ ἔδωκάν σοι οἱ θεοὶ εἰς ἐκδίκησιν αὐτῶν ἡμέραν ὀλέθριον, κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα, καὶ κείσθω, καὶ κρέμασον αὐτὸν ἐπὶ τοῦ ξύλου, ὀρθρίσας δὲ πρὸς τὸν βασιλέα λαλήσεις αὐτῷ· καὶ νῦν εἰσελθὼν εὐφραίνου πρὸς τὸν βασιλέα. καὶ ἤρεσε τῷ Ἁμάν, καὶ ἐποίησεν οὕτως.