top Esther ch 4

Chapter 4

Old Greek Lucianic (Alpha)
4:1  δὲ Μαρδοχαῖος ἐπιγνοὺς τὸ συντελούμενον διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνεδύσατο σάκκον καὶ κατεπάσατο σποδὸν καὶ ἐκπηδήσας διὰ τῆς πλατείας τῆς πόλεως ἐβόα φωνῇ μεγάλῃ αἴρεται ἔθνος μηδὲν ἠδικηκός. δὲ Μαρδοχαῖος ἐπέγνω πάντα τὰ γεγονότα, καὶ πόλις Σοῦσα ἐταράσσετο ἐπὶ τοῖς γεγενημένοις, καὶ πᾶσι τοῖς Ἰουδαίοις ἦν πένθος μέγα καὶ πικρὸν ἐν πάσῃ πόλει.
4:2 καὶ ἦλθεν ἕως τῆς πύλης τοῦ βασιλέως καὶ ἔστη· οὐ γὰρ ἦν ἐξὸν αὐτῷ εἰσελθεῖν εἰς τὴν αὐλὴν σάκκον ἔχοντι καὶ σποδόν. δὲ Μαρδοχαῖος ἐλθὼν εἰς τὸν οἶκον αὐτοῦ περιείλετο τὰ ἱμάτια αὐτοῦ καὶ περιεβάλετο σάκκον καὶ σποδωθεὶς ἐξῆλθεν ὡς ἐπὶ τὴν αὐλὴν τὴν ἔξω καὶ ἔστη· οὐ γὰρ ἠδύνατο εἰσελθεῖν εἰς τὰ βασίλεια ἐν σάκκῳ.
4:3 καὶ ἐν πάσῃ χώρᾳ, οὗ ἐξετίθετο τὰ γράμματα, κραυγὴ καὶ κοπετὸς καὶ πένθος μέγα τοῖς Ἰουδαίοις, σάκκον καὶ σποδὸν ἔστρωσαν ἑαυτοῖς.
4:4 καὶ εἰσῆλθον αἱ ἅβραι καὶ οἱ εὐνοῦχοι τῆς βασιλίσσης καὶ ἀνήγγειλαν αὐτῇ, καὶ ἐταράχθη ἀκούσασα τὸ γεγονὸς καὶ ἀπέστειλεν στολίσαι τὸν Μαρδοχαῖον καὶ ἀφελέσθαι αὐτοῦ τὸν σάκκον, δὲ οὐκ ἐπείσθη. καὶ ἐκάλεσεν εὐνοῦχον ἕνα καὶ ἀπέστειλε πρὸς Ἐσθήρ, καὶ εἶπεν βασίλισσα Περιέλεσθε τὸν σάκκον καὶ εἰσαγάγετε αὐτόν· ὃς δὲ οὐκ ἤθελεν.
4:5  δὲ Ἐσθὴρ προσεκαλέσατο Ἁχραθαῖον τὸν εὐνοῦχον αὐτῆς, ὃς παρειστήκει αὐτῇ, καὶ ἀπέστειλεν μαθεῖν αὐτῇ παρὰ τοῦ Μαρδοχαίου τὸ ἀκριβές·
4:6 
4:7  δὲ Μαρδοχαῖος ὑπέδειξεν αὐτῷ τὸ γεγονὸς καὶ τὴν ἐπαγγελίαν, ἣν ἐπηγγείλατο Ἀμὰν τῷ βασιλεῖ εἰς τὴν γάζαν ταλάντων μυρίων, ἵνα ἀπολέσῃ τοὺς Ἰουδαίους·
4:8 καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπὲρ τοῦ ἀπολέσθαι αὐτοὺς ἔδωκεν αὐτῷ δεῖξαι τῇ Ἐσθὴρ καὶ εἶπεν αὐτῷ ἐντείλασθαι αὐτῇ εἰσελθούσῃ παραιτήσασθαι τὸν βασιλέα καὶ ἀξιῶσαι αὐτὸν περὶ τοῦ λαοῦ μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου ὡς ἐτράφης ἐν χειρί μου, διότι Ἀμὰν δευτερεύων τῷ βασιλεῖ ἐλάλησεν καθ' ἡμῶν εἰς θάνατον· ἐπικάλεσαι τὸν κύριον καὶ λάλησον τῷ βασιλεῖ περὶ ἡμῶν καὶ ῥῦσαι ἡμᾶς ἐκ θανάτου. ἀλλ' εἶπεν Οὕτως ἐρεῖτε αὐτῇ Μὴ ἀποστρέψῃς τοῦ εἰσελθεῖν πρὸς τὸν βασιλέα καὶ κολακεῦσαι τὸ πρόσωπον αὐτοῦ ὑπὲρ ἐμοῦ καὶ τοῦ λαοῦ μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου ὧν ἐτράφης ἐν τῇ χειρί μου, ὅτι Ἁμὰν δευτερεύων λελάληκε τῷ βασιλεῖ καθ' ἡμῶν εἰς θάνατον. ἐπικαλεσαμένη οὖν τὸν θεὸν λάλησον περὶ ἡμῶν τῷ βασιλεῖ, καὶ ῥῦσαι ἡμᾶς ἐκ θανάτου.
4:9 εἰσελθὼν δὲ Ἁχραθαῖος ἐλάλησεν αὐτῇ πάντας τοὺς λόγους τούτους. καὶ ἀπήγγειλεν αὐτῇ τὴν ὀδύνην τοῦ Ἰσραήλ.
4:10 εἶπεν δὲ Ἐσθὴρ πρὸς Ἁχραθαῖον πορεύθητι πρὸς Μαρδοχαῖον καὶ εἰπὸν ὅτι καὶ ἀπέστειλεν αὐτῷ κατὰ τάδε λέγουσα
4:11 τὰ ἔθνη πάντα τῆς βασιλείας γινώσκει ὅτι πᾶς ἄνθρωπος γυνή, ὃς εἰσελεύσεται πρὸς τὸν βασιλέα εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν ἄκλητος, οὐκ ἔστιν αὐτῷ σωτηρίᾳ· πλὴν ἐκτείνει βασιλεὺς τὴν χρυσῆν ῥάβδον, οὗτος σωθήσεται· κἀγὼ οὐ κέκλημαι εἰσελθεῖν πρὸς τὸν βασιλέα, εἰσὶν αὗται ἡμέραι τριάκοντα. Σὺ γινώσκεις παρὰ πάντας ὅτι ὃς ἂν εἰσέλθῃ πρὸς τὸν βασιλέα ἄκλητος, οὐκ ἐκτενεῖ τὴν ῥάβδον αὐτοῦ τὴν χρυσῆν, θανάτου ἔνοχος ἔσται. καὶ ἐγὼ οὐ κέκλημαι πρὸς αὐτόν, ἡμέραι εἰσὶ τριάκοντα· καὶ πῶςεἰσελεύσομαι νῦν ἄκλητος οὖσα;
4:12 καὶ ἀπήγγειλεν Ἁχραθαῖος Μαρδοχαίῳ πάντας τοὺς λόγους Ἐσθήρ.
4:13 καὶ εἶπεν Μαρδοχαῖος πρὸς Ἁχραθαῖον πορεύθητι καὶ εἰπὸν αὐτῇ Ἐσθήρ, μὴ εἴπῃς σεαυτῇ ὅτι σωθήσῃ μόνη ἐν τῇ βασιλείᾳ παρὰ πάντας τοὺς Ἰουδαίους· καὶ ἀπέστειλε πρὸς αὐτὴν Μαρδοχαῖος καὶ εἶπεν αὐτῇ
4:14 ὡς ὅτι ἐὰν παρακούσῃς ἐν τούτῳ τῷ καιρῷ, ἄλλοθεν βοήθεια καὶ σκέπη ἔσται τοῖς Ἰουδαίοις, σὺ δὲ καὶ οἶκος τοῦ πατρός σου ἀπολεῖσθε· καὶ τίς οἶδεν εἰ εἰς τὸν καιρὸν τοῦτον ἐβασίλευσας; Ἐὰν ὑπερίδῃς τὸ ἔθνος σου τοῦ μὴ βοηθῆσαι αὐτοῖς, ἀλλ' θεὸς ἔσται αὐτοῖς βοηθὸς καὶ σωτηρία, σὺ δὲ καὶ οἶκος τοῦ πατρός σου ἀπολεῖσθε· καὶ τίς οἶδεν εἰ εἰς τὸν καιρὸν τοῦτον ἐβασίλευσας;
4:15 καὶ ἐξαπέστειλεν Ἐσθὴρ τὸν ἥκοντα πρὸς αὐτὴν πρὸς Μαρδοχαῖον λέγουσα καὶ ἀπέστειλεν βασίλισσα λέγουσα
4:16 βαδίσας ἐκκλησίασον τοὺς Ἰουδαίους τοὺς ἐν Σούσοις καὶ νηστεύσατε ἐπ' ἐμοὶ καὶ μὴ φάγητε μηδὲ πίητε ἐπὶ ἡμέρας τρεῖς νύκτα καὶ ἡμέραν, κἀγὼ δὲ καὶ αἱ ἅβραι μου ἀσιτήσομεν, καὶ τότε εἰσελεύσομαι πρὸς τὸν βασιλέα παρὰ τὸν νόμον, ἐὰν καὶ1 ἀπολέσθαι με . Παραγγείλατε θεραπείαν καὶ δεήθητε τοῦ θεοῦ ἐκτενῶς· κἀγὼ δὲ καὶ τὰ κοράσιά μου ποιήσομεν οὕτως, καὶ εἰσελεύσομαι πρὸς τὸν βασιλέα ἄκλητος, εἰ δέοι καὶ ἀποθανεῖν με.
4:17 καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Ἐσθήρ, καὶ ἐποίησεν οὕτως Μαρδοχαῖος.
C.1 καὶ ἐδεήθη κυρίου μνημονεύων πάντα τὰ ἔργα κυρίου καὶ εἶπεν Καὶ ἐδεήθη τοῦ κυρίου μνημονεύων αὐτοῦ τὰ ἔργα
C.2 κύριε κύριε βασιλεῦ πάντων κρατῶν, ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστιν, καὶ οὐκ ἔστιν ἀντιδοξῶν σοί ἐν τῷ θέλειν σὲ σῶσαι τὸν Ἰσραήλ· καὶ εἶπεν Δέσποτα παντοκράτορ, οὗ ἐν τῇ ἐξουσίᾳ ἐστὶ τὰ πάντα, καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν οἶκον Ἰσραήλ·
C.3 ὅτι σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν θαυμαζόμενον ἐν τῇ ὑπ' οὐρανὸν ὅτι σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν τὸ θαυμαζόμενον ἐν τῇ ὑπ' οὐρανόν,
C.4  καὶ κύριος εἶ πάντων, καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοί τῷ κυρίῳ. καὶ σὺ κυριεύεις πάντων.
C.5 σὺ πάντα γινώσκεις· σὺ οἶδας, κύριε, ὅτι οὐκ ἐν ὕβρει οὐδὲ ἐν ὑπερηφανίᾳ οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦτο, τὸ μὴ προσκυνεῖν τὸν ὑπερήφανον Ἀμάν, σὺ γὰρ πάντα γινώσκεις, καὶ τὸ γένος Ἰσραὴλ σὺ οἶδας· καὶ οὐχ ὅτι ἐν ὕβρει οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦ μὴ προσκυνεῖν τὸν ἀπερίτμητον Ἁμάν,
C.6  ὅτι ηὐδόκουν φιλεῖν πέλματα ποδῶν αὐτοῦ πρὸς σωτηρίαν Ἰσραήλ· ἐπεὶ εὐδόκουν φιλῆσαι τὰ πέλματα τῶν ποδῶν αὐτοῦ ἕνεκεν τοῦ Ἰσραήλ·
C.7 ἀλλὰ ἐποίησα τοῦτο, ἵνα μὴ θῶ δόξαν ἀνθρώπου ὑπεράνω δόξης θεοῦ, καὶ οὐ προσκυνήσω οὐδένα πλὴν σου τοῦ κυρίου μου καὶ οὐ ποιήσω αὐτὰ ἐν ὑπερηφανίᾳ. ἀλλ' ἐποίησα ἵνα μηδένα προτάξω τῆς δόξης σοῦ δέσποτα, καὶ μηδένα προσκυνήσω πλὴν σοῦ τοῦ ἀληθινοῦ καὶ οὐ ποιήσω αὐτὸ ἐν πειρασμῷ.
C.8 καὶ νῦν, κύριε θεὸς βασιλεὺς θεὸς Ἁβραάμ, φεῖσαι τοῦ λαοῦ σου, ὅτι ἐπιβλέπουσιν ἡμῖν εἰς καταφθορὰν καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου· καὶ νῦν, κύριε, διαθέμενος πρὸς Ἀβραάμ, φεῖσαι τοῦ λαοῦ σου, ὅτι ἐπιτέθεινται ἡμῖν εἰς καταφθορὰν καὶ ἐπιθυμοῦσιν ἀφανίσαι καὶ ἐξᾶραι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου·
C.9 μὴ ὑπερίδῃς τὴν μερίδα σου, ἣν σεαυτῷ ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου· μὴ ὑπερίδῃς τὴν μερίδα σου, ἣν ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου·
C.10 ἐπάκουσον τῆς δεήσεώς μου καὶ ἱλάσθητι τῷ κλήρῳ σου καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐωχίαν, ἵνα ζῶντες ὑμνῶμέν σου τὸ ὄνομα, κύριε, καὶ μὴ ἀφανίσῃς στόμα αἰνούντων σοι. ἐπάκουσον τῆς δεήσεως ἡμῶν καὶ ἱλάσθητι τῆς κληρονομίας σου καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐφροσύνην, ἵνα ζῶντες ὑμνήσωμέν σε, καὶ μὴ ἀφανίσῃς στόμα ὑμνούντων σε.
C.11 καὶ πᾶς Ἰσραὴλ ἐκέκραξαν ἐξ ἰσχύος αὐτῶν, ὅτι θάνατος αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν.
C.12 καὶ Ἐσθὴρ βασίλισσα κατέφυγεν ἐπὶ τὸν κύριον ἐν ἀγῶνι θανάτου Καὶ Ἐσθὴρ βασίλισσα κατέφυγεν ἐπὶ τὸν κύριον ἐν ἀγῶνι θανάτου κατειλημμένη
C.13  κατειλημμένη καὶ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς ἐνεδύσατο ἱμάτια στενοχωρίας καὶ πένθους καὶ ἀντὶ τῶν ὑπερηφάνων ἡδυσμάτων σποδοῦ καὶ κοπριῶν ἔπλησεν τὴν κεφαλὴν αὐτῆς καὶ τὸ σῶμα αὐτῆς ἐταπείνωσεν σφόδρα καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτῆς ἔπλησε στρεπτῶν τριχῶν αὐτῆς καὶ ἀφείλατο τὰ ἱμάτια τῆς δόξης ἀφ' ἑαυτῆς καὶ πᾶν σημεῖον ἐπιφανείας αὐτῆς καὶ ἐνεδύσατο στενοχωρίαν καὶ πένθος καὶ ἀντὶ ὑπερηφάνων ἡδυσμάτων σποδοῦ καὶ κόπρου ἔπλησε τὴν κεφαλὴν αὐτῆς καὶ τὸ σῶμα αὐτῆς ἐταπείνωσεν σφόδρα καὶ πᾶν σημεῖον κόσμου αὐτῆς καὶ ἀγαλλιάματος τερπνῶν τριχῶν ἔπλησε ταπεινώσεως
C.14  καὶ ἐδεῖτο κυρίου θεοῦ Ἰσραὴλ καὶ εἶπεν, κύριέ μου βασιλεὺς ἡμῶν, σὺ εἶ μόνος· βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σέ, καὶ ἐδεήθη τοῦ κυρίου καὶ εἶπεν Κύριε βασιλεῦ, σὺ εἶ μόνος βοηθός· βοήθησόν μοι τῇ ταπεινῇ καὶ οὐκ ἐχούσῃ βοηθὸν πλὴν σοῦ,
C.15  ὅτι κίνδυνός μου ἐν χειρί μου. ὅτι κίνδυνός μου ἐν τῇ χειρί μου.
C.16 ἐγὼ ἤκουον ἐκ γενετῆς μου ἐν φυλῇ πατριᾶς μου ὅτι σύ, κύριε, ἔλαβες τὸν Ἰσραὴλ ἐκ πάντων τῶν ἐθνῶν καὶ τοὺς πατέρας ἡμῶν ἐκ πάντων τῶν προγόνων αὐτῶν εἰς κληρονομίαν αἰώνιον καὶ ἐποίησας αὐτοῖς ὅσα ἐλάλησας. ἐγὼ δὲ ἤκουσα πατρικῆς μου βίβλου ὅτι ἐλυτρώσω τὸν Ἰσραὴλ ἐκ πάντων τῶν ἐθνῶν καὶ τοὺς πατέρας αὐτῶν ἐκ τῶν προγόνων αὐτῶν ἐπιθέμενος αὐτοῖς Ἰσραὴλ κληρονομίαν αἰώνιον καὶ ἐποίησας αὐτοῖς ἐλάλησας αὐτοῖς καὶ παρέσχου ὅσα ᾔτησαν.
C.17 καὶ νῦν ἡμάρτομεν ἐνώπιόν σου, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν, ἡμάρτομεν ἐναντίον σου, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν,
C.18  ἀνθ' ὧν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν· δίκαιος εἶ, κύριε. εἰ ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν· δίκαιος εἶ, κύριε.
C.19 καὶ νῦν οὐχ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν, ἀλλὰ ἔθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τὰς χεῖρας τῶν εἰδώλων αὐτῶν καὶ νῦν οὐχ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν, ἀλλ' ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τὰς χεῖρας τῶν εἰδώλων αὐτῶν
C.20  ἐξᾶραι ὁρισμὸν στόματός σου καὶ ἀφανίσαι κληρονομίαν σου καὶ ἐμφράξαι στόμα αἰνούντων σοί καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστήριόν σου ἐξᾶραι ὁρισμὸν στόματός σου, ἀφανίσαι κληρονομίαν σου καὶ ἐμφράξαι στόμα αἰνούντων σε καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστηρίου σου
C.21 καὶ ἀνοῖξαι στόμα ἐθνῶν εἰς ἀρετὰς ματαίων καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς αἰῶνα. καὶ ἀνοῖξαι στόματα ἐχθρῶν εἰς ἀρετὰς ματαίων καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς τὸν αἰῶνα.
C.22 μὴ παραδῷς, κύριε, τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσιν, καὶ μὴ καταγελασάτωσαν ἐν τῇ πτώσει ἡμῶν, ἀλλὰ στρέψον τὴν βουλὴν αὐτῶν ἐπ' αὐτούς, τὸν δὲ ἀρξάμενον ἐφ' ἡμᾶς παραδειγμάτισον. μὴ δὴ παραδῷς, κύριε, τὸ σκῆπτρόν σου τοῖς μισοῦσί σε ἐχθροῖς, καὶ μὴ χαρείησαν ἐπὶ τῇ πτώσει ἡμῶν· στρέψον τὰς βουλὰς αὐτῶν ἐπ' αὐτούς, τὸν δὲ ἀρξάμενον ἐφ' ἡμᾶς εἰς κακὰ παραδειγμάτισον.
C.23 μνήσθητι, κύριε, γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν καὶ ἐμὲ θάρσυνον, βασιλεῦ τῶν θεῶν καὶ πάσης ἀρχῆς ἐπικρατῶν· ἐπιφάνηθι ἡμῖν, κύριε, καὶ γνώσθητι ἡμῖν ἐν καιρῷ θλίψεως ἡμῶν καὶ μὴ θραύσῃ ἡμᾶς.
C.24 δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ· δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου καὶ χαρίτωσον τὰ ῥήματά μου ἐνώπιον τοῦ βασιλέως καὶ μετάστρεψον τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ·
C.25 ἡμᾶς δὲ ῥῦσαι ἐν χειρί σου καὶ βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ εἰ μὴ σέ, κύριε. ἡμᾶς δὲ ῥῦσαι ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ βοήθησόν μοι, ὅτι σὺ πάντων γνῶσιν ἔχεις
C.26 πάντων γνῶσιν ἔχεις καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων καὶ παντὸς ἀλλοτρίου. καὶ οἶδας ὅτι βδελύσσομαι κοίτην ἀπεριτμήτου καὶ ἐμίσησα δόξαν ἀνόμου καὶ παντὸς ἀλλογενοῦς.
C.27 σὺ οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου, ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὀπτασίας μου· βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου. σύ, κύριε, οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας, ἐστιν ἐπὶ τῆς κεφαλῆς μου, καὶ οὐ φορῶ αὐτὸ εἰ μὴ ἐν ἡμέρᾳ ὀπτασίας μου καὶ βδελύσσομαι αὐτὸ ὡς ῥάκος ἀποκαθημένης.
C.28 καὶ οὐκ ἔφαγεν δούλη σου τράπεζαν Ἀμὰν καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως οὐδὲ ἔπιον οἶνον σπονδῶν· καὶ οὐκ ἔφαγεν δούλη σου ἐπὶ τῶν τραπεζῶν αὐτῶν ἅμα, καὶ οὐκ ἐδόξασα βασιλέως συμπόσια καὶ οὐκ ἔπιον σπονδῆς οἶνον·
C.29 καὶ οὐκ ηὐφράνθη δούλη σου ἀφ' ἡμέρας μεταβολῆς μου μέχρι νῦν πλὴν ἐπὶ Σοὶ, κύριε θεὸς Ἁβραάμ. καὶ οὐκ εὐφράνθημεν δούλη σου ἐφ' ἡμέραις μεταβολῆς μου εἰ μὴ ἐπὶ Σοὶ, δέσποτα.
C.30  θεὸς ἰσχύων ἐπὶ πάντας, εἰσάκουσον φωνὴν ἀπηλπισμένων καὶ ῥῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων· καὶ ῥῦσαί με ἐκ τοῦ φόβου μου. καὶ νῦν, δυνατὸς ὢν ἐπὶ πάντας, εἰσάκουσον φωνῆς ἀπηλπισμένων καὶ ῥῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων ἐφ' ἡμᾶς καὶ ἐξελοῦ με, κύριε, ἐκ χειρὸς τοῦ φόβου μου.