Old Greek |
Lucianic (Alpha) |
3:1 μετὰ
δὲ
ταῦτα
ἐδόξασεν
ὁ
βασιλεὺς
Ἀρταξέρξης
Ἀμὰν
Ἁμαδάθου
Βουγαῖον
καὶ
ὕψωσεν
αὐτόν,
καὶ
ἐπρωτοβάθρει
πάντων
τῶν
φίλων
αὐτοῦ.
|
Καὶ
ἐγένετο
μετὰ
τοὺς
λόγους
τούτους,
ἐμεγάλυνεν
ὁ
βασιλεὺς
Ἀσσυῆρος
Ἁμὰν
Ἁμαδάθου
Βουγαῖον
καὶ
ἐπῆρεν
αὐτὸν
καὶ
ἔθηκε
τὸν
θρόνον
αὐτοῦ
ὑπεράνω
τῶν
φίλων
αὐτοῦ
ὥστε
κάμπτεσθαι
καὶ
προσκυνεῖν
αὐτῷ
ἐπὶ
τὴν
γῆν
πάντας.
|
3:2 καὶ
πάντες
οἱ
ἐν
τῇ
αὐλῇ
προσεκύνουν
αὐτῷ,
οὕτως
γὰρ
προσέταξεν
ὁ
βασιλεὺς
ποιῆσαι·
ὁ
δὲ
Μαρδοχαῖος
οὐ
προσεκύνει
αὐτῷ.
|
πάντων
οὖν
προσκυνούντων
αὐτῷ
κατὰ
τὸ
πρόσταγμα
τοῦ
βασιλέως
Μαρδοχαῖος
οὐ
προσεκύνει
αὐτῷ.
|
3:3 καὶ
ἐλάλησαν
οἱ
ἐν
τῇ
αὐλῇ
τοῦ
βασιλέως
τῷ
Μαρδοχαίῳ,
Μαρδοχαῖε,
τί
παρακούεις
τὰ
ὑπὸ
τοῦ
βασιλέως
λεγόμενα;
|
καὶ
εἶδον
οἱ
παῖδες
τοῦ
βασιλέως
ὅτι
ὁ
Μαρδοχαῖος
οὐ
προσκυνεῖ
τὸν
Ἁμάν,
καὶ
εἶπον
οἱ
παῖδες
τοῦ
βασιλέως
πρὸς
τὸν
Μαρδοχαῖον
Τί
σὺ
παρακούεις
τοῦ
βασιλέως
καὶ
οὐ
προσκυνεῖς
τὸν
Ἁμάν;
|
3:4 καθ'
ἑκάστην
ἡμέραν
ἐλάλουν
αὐτῷ,
καὶ
οὐχ
ὑπήκουεν
αὐτῶν·
καὶ
ὑπέδειξαν
τῷ
Ἀμὰν
Μαρδοχαῖον
τοῖς
τοῦ
βασιλέως
λόγοις
ἀντιτασσόμενον·
καὶ
ὑπέδειξεν
αὐτοῖς
ὁ
Μαρδοχαῖος
ὅτι
Ἰουδαῖος
ἐστιν.
|
καὶ
ἀπήγγειλεν
αὐτοῖς
ὅτι
Ἰουδαῖός
ἐστιν.
καὶ
ἀπήγγειλαν
περὶ
αὐτοῦ
τῷ
Ἁμάν.
|
3:5 καὶ
ἐπιγνοὺς
Ἀμὰν
ὅτι
οὐ
προσκυνεῖ
αὐτῷ
Μαρδοχαῖος,
ἐθυμώθη
σφόδρα
|
ὡς
δὲ
ἤκουσεν
Ἁμάν,
ἐθυμώθη
τῷ
Μαρδοχαίῳ,
καὶ
ὀργὴ
ἐξεκαύθη
ἐν
αὐτῷ,
καὶ
ἐζήτει
ἀνελεῖν
τὸν
Μαρδοχαῖον
καὶ
πάντα
τὸν
λαὸν
αὐτοῦ
ἐν
ἡμέρᾳ
μιᾷ.
|
3:6 καὶ
ἐβουλεύσατο
ἀφανίσαι
πάντας
τοὺς
ὑπὸ
τὴν
Ἀρταξέρξου
βασιλείαν
Ἰουδαίους.
|
καὶ
παραζηλώσας
ὁ
Ἁμὰν
καὶ
κινηθεὶς
ἐν
παντὶ
τῷ
θυμῷ
αὐτοῦ
ἐρυθρὸς
ἐγένετο
ἐκτρέπων
αὐτὸν
ἐξ
ὀφθαλμῶν
αὐτοῦ
καὶ
καρδίᾳ
φαύλῃ
ἐλάλει
τῷ
βασιλεῖ
κακὰ
περὶ
Ἰσραήλ.
|
3:7 καὶ
ἐποίησεν
ψήφισμα
ἐν
ἔτει
δωδεκάτῳ
τῆς
βασιλείας
Ἀρταξέρξου
καὶ
ἔβαλεν
κλήρους
ἡμέραν
ἐξ
ἡμέρας
καὶ
μῆνα
ἐκ
μηνὸς
ὥστε
ἀπολέσαι
ἐν
μιᾷ
ἡμέρᾳ
τὸ
γένος
Μαρδοχαίου,
καὶ
ἔπεσεν
ὁ
κλῆρος
εἰς
τὴν
τεσσαρεσκαιδεκάτην
τοῦ
μηνός,
ὅς
ἐστιν
Ἀδάρ.
|
καὶ
ἐπορεύθη
Ἁμὰν
πρὸς
τοὺς
θεοὺς
αὐτοῦ
τοῦ
ἐπιγνῶναι
ἡμέραν
θανάτου
αὐτῶν,
καὶ
βάλλει
κλήρους
εἰς
τὴν
τρισκαιδεκάτην
τοῦ
μηνὸς
Ἀδὰρ
Νισὰν
φονεύειν
πάντας
τοὺς
Ἰουδαίους
ἀπὸ
ἀρσενικοῦ
ἕως
θηλυκοῦ
καὶ
διαρπάζειν
τὰ
νήπια.
|
3:8 καὶ
ἐλάλησεν
πρὸς
τὸν
βασιλέα
Ἀρταξέρξην
λέγων
ὑπάρχει
ἔθνος
διεσπαρμένον
ἐν
τοῖς
ἔθνεσιν
ἐν
πάσῃ
τῇ
βασιλείᾳ
σου,
οἱ
δὲ
νόμοι
αὐτῶν
ἔξαλλοι
παρὰ
πάντα
τὰ
ἔθνη,
τῶν
δὲ
νόμων
τοῦ
βασιλέως
παρακούουσιν,
καὶ
οὐ
συμφέρει
τῷ
βασιλεῖ
ἐᾶσαι
αὐτούς·
|
λέγων
Ἔστι
λαὸς
διεσπαρμένος
ἐν
πάσαις
ταῖς
βασιλείαις,
λαὸς
πολέμου
καὶ
ἀπειθής,
ἔξαλλα
νόμιμα
ἔχων,
τοῖς
δὲ
νομίμοις
σοῦ,
βασιλεῦ,
οὐ
προσέχουσι
γνωριζόμενοι
ἐν
πᾶσι
τοῖς
ἔθνεσι
πονηροὶ
ὄντες
καὶ
τὰ
προστάγματά
σου
ἀθετοῦσι
πρὸς
καθαίρεσιν
τῆς
δόξης
σου.
|
3:9 εἰ
δοκεῖ
τῷ
βασιλεῖ,
δογματισάτω
ἀπολέσαι
αὐτούς,
κἀγὼ
διαγράψω
εἰς
τὸ
γαζοφυλάκιον
τοῦ
βασιλέως
ἀργυρίου
τάλαντα
μύρια.
|
εἰ
δοκεῖ
οὖν
τῷ
βασιλεῖ,
καὶ
ἀγαθὴ
ἡ
κρίσις
ἐν
καρδίᾳ
αὐτοῦ,
δοθήτω
μοι
τὸ
ἔθνος
εἰς
ἀπώλειαν,
καὶ
διαγράψω
εἰς
τὸ
γαζοφυλάκιον
ἀργυρίου
τάλαντα
μύρια.
|
3:10 καὶ
περιελόμενος
ὁ
βασιλεὺς
τὸν
δακτύλιον
ἔδωκεν
εἰς
χεῖρα
τῷ
Ἀμὰν
σφραγίσαι
κατὰ
τῶν
γεγραμμένων
κατὰ
τῶν
Ἰουδαίων.
|
καὶ
περιείλετο
ὁ
βασιλεὺς
τὸ
δακτύλιον
ἀπὸ
τῆς
χειρὸς
αὐτοῦ
καὶ
ἔδωκε
τῷ
Ἁμὰν
λέγων
Γράφε
εἰς
πάσας
τὰς
χώρας
καὶ
σφραγίζου
τῷ
δακτυλίῳ
τοῦ
βασιλέως·
οὐ
γὰρ
ἔστιν
ὃς
ἀποστρέψει
τὴν
σφραγῖδα.
|
3:11 καὶ
εἶπεν
ὁ
βασιλεὺς
τῷ
Ἀμὰν
τὸ
μὲν
ἀργύριον
ἔχε,
τῷ
δὲ
ἔθνει
χρῶ
ὡς
βούλει.
|
καὶ
εἶπεν
αὐτῷ
ὁ
βασιλεὺς
Τὸ
μὲν
ἀργύριον
ἔχε,
τῷ
δὲ
ἔθνει
χρῶ
ὡς
ἄν
σοι
ἀρεστὸν
ᾖ.
|
3:12 καὶ
ἐκλήθησαν
οἱ
γραμματεῖς
τοῦ
βασιλέως
μηνὶ
πρώτῳ
τῇ
τρισκαιδεκάτῃ
καὶ
ἔγραψαν,
ὡς
ἐπέταξεν
Ἀμάν,
τοῖς
στρατηγοῖς
καὶ
τοῖς
ἄρχουσιν
κατὰ
πᾶσαν
χώραν
ἀπὸ
Ἰνδικῆς
ἕως
τῆς
Αἰθιοπίας,
ταῖς
ἑκατὸν
εἴκοσι
ἑπτὰ
χώραις,
τοῖς
τε
ἄρχουσι
τῶν
ἐθνῶν
κατὰ
τὴν
αὐτῶν
λέξιν
δι'
Ἀρταξέρξου
τοῦ
βασιλέως.
|
|
3:13 καὶ
ἀπεστάλη
διὰ
βιβλιαφόρων
εἰς
τὴν
Ἀρταξέρξου
βασιλείαν
ἀφανίσαι
τὸ
γένος
τῶν
Ἰουδαίων
ἐν
ἡμέρᾳ
μιᾷ
μηνὸς
δωδεκάτου,
ὅς
ἐστιν
Ἀδάρ,
καὶ
διαρπάσαι
τὰ
ὑπάρχοντα
αὐτῶν.
|
καὶ
ἔσπευσε
καὶ
ἔδωκεν
εἰς
χεῖρας
τρεχόντων
ἱππέων.
|
B.1 τῆς
δὲ
ἐπιστολῆς
ἐστιν
τὸ
ἀντίγραφον
τόδε
βασιλεὺς
μέγας
Ἀρταξέρξης
τοῖς
ἀπὸ
τῆς
Ἰνδικῆς
ἕως
τῆς
Αἰθιοπίας
ἑκατὸν
εἴκοσι
ἑπτὰ
χωρῶν
ἄρχουσι
καὶ
τοπάρχαις
ὑποτεταγμένοις
τάδε
γράφει
|
Καὶ
ὑπέγραψε
τὴν
ὑποτεταγμένην
ἐπιστολήν
Βασιλεὺς
μέγας
Ἀσσυῆρος
τοῖς
ἀπὸ
τῆς
Ἰνδικῆς
ἕως
τῆς
Αἰθιοπίας
ἑκατὸν
καὶ
εἴκοσι
καὶ
ἑπτὰ
χωρῶν
ἄρχουσι
καὶ
σατράπαις
τάδε
γράφει
|
B.2 πολλῶν
ἐπάρξας
ἐθνῶν
καὶ
πάσης
ἐπικρατήσας
οἰκουμένης
ἐβουλήθην,
μὴ
τῷ
θράσει
τῆς
ἐξουσίας
ἐπαιρόμενος,
ἐπιεικέστερον
δὲ
καὶ
μετὰ
ἠπιότητος
ἀεὶ
διεξάγων,
τοὺς
τῶν
ὑποτεταγμένων
ἀκυμάτους
διὰ
παντὸς1
καταστῆσαι
βίους,
τήν
τε
βασιλείαν
ἥμερον
καὶ
πορευτὴν
μέχρι
περάτων
παρεξόμενος
ἀνανεώσασθαί
τε
τὴν
ποθουμένην
τοῖς
πᾶσιν
ἀνθρώποις
εἰρήνην.
|
Πολλῶν
ἐπάρξας
ἐθνῶν
καὶ
πάσης
ἐπικρατήσας
τῆς
οἰκουμένης
ἐβουλήθην—
μὴ
τῷ
θράσει
τῆς
ἐξουσίας
ἐπαιρόμενος,
ἐπιεικέστερον
δὲ
καὶ
μετὰ
ἠπιότητος
ἀεὶ
διεξάγων—
τοὺς
τῶν
ὑποτεταγμένων
ἀταράχους
διὰ
παντὸς
καταστῆσαι
βίους,
τὴν
δὲ
βασιλείαν
ἥμερον
καὶ
πορευτὴν
ἄχρι
περάτων
παρεχόμενος
ἀνανεώσασθαι
τὴν
πᾶσιν
ἀνθρώποις
ποθουμένην
εἰρήνην.
|
B.3 πυθομένου
δέ
μου
τῶν
συμβούλων
πῶςἄν
ἀχθείη
τοῦτο
ἐπὶ
πέρας,
σωφροσύνῃ
παρ'
ἡμῖν
διενέγκας
καὶ
ἐν
τῇ
εὐνοίᾳ
ἀπαραλλάκτως
καὶ
βεβαίᾳ
πίστει
ἀποδεδειγμένος
καὶ
δεύτερον
τῶν
βασιλειῶν
γέρας
ἀπενηνεγμένος
Ἀμὰν
|
πυνθανομένου
δέ
μου
τῶν
συμβούλων
πῶςἂν
ἀχθείη
τοῦτο
ἐπὶ
πέρας
ὁ
σωφροσύνῃ
παρ'
ἡμῖν
διενηνοχώς,
εὐνοίᾳ
ἀπαραλλάκτῳ
καὶ
βεβαίᾳ
πίστει
τὸ
δεύτερον
τῶν
βασιλειῶν
γέρας
ἀπενεγκάμενος
Ἁμὰν
|
B.4 ἐπέδειξεν
ἡμῖν
ἐν
πάσαις
ταῖς
κατὰ
τὴν
οἰκουμένην
φυλαῖς
ἀναμεμεῖχθαι
δυσμενῆ
λαόν
τινα
τοῖς
νόμοις
ἀντίθετον
πρὸς
πᾶν
ἔθνος
τά
τε
τῶν
βασιλέων
παραπέμποντας
διηνεκῶς
διατάγματα
πρὸς
τὸ
μὴ
κατατίθεσθαι
τὴν
ὑφ'
ἡμῶν
κατευθυνομένην
ἀμέμπτως
συναρχίαν.
|
ὑπέδειξεν
ἡμῖν
πάροικον
ἐν
πάσαις
ταῖς
κατὰ
τὴν
οἰκουμένην
φυλαῖς
ἀναμεμίχθαι
δυσμενῆ
τινὰ
λαόν,
τοῖς
μὲν
νόμοις
ἀντιδικοῦντα
πρὸς
πᾶν
ἔθνος,
τά
δὲ
τῶν
βασιλέων
παραπέμποντα
διηνεκῶς
προστάγματα
πρὸς
τὸ
μηδέποτε
τὴν
βασιλείαν
εὐσταθείας
τυγχάνειν.
|
B.5 διειληφότες
οὖν
τόδε
τὸ
ἔθνος
μονώτατον
ἐν
ἀντιπαραγωγῇ
παντὶ
διὰ
παντὸς1
ἀνθρώπῳ
κείμενον
διαγωγὴν
νόμων
ξενίζουσαν
παραλλάσσον
καὶ
δυσνοοῦν
τοῖς
ἡμετέροις
πράγμασιν
τὰ
χείριστα
συντελοῦν
κακὰ
καὶ
πρὸς
τὸ
μὴ
τὴν
βασιλείαν
εὐσταθείας
τυγχάνειν·
|
διειληφότες
οὖν
μονώτατον
τὸ
ἔθνος
ἐναντίᾳ
παραγωγῇ
παντὸς
κείμενον
τῶν
ἀνθρώπων
διὰ
τῶν
νόμων
ξενίζουσαν
παραγωγὴν
καὶ
δυσνοοῦν
τοῖς
ἡμετέροις
προστάγμασιν
ἀεὶ
τὰ
χείριστα
συντελεῖν
κακὰ
πρὸς
τὸ
μηδέποτε
κατατίθεσθαι
τῇ
ὑφ'
ἡμῶν
κατευθυνομένῃ
μοναρχίᾳ,
|
B.6 προστετάχαμεν
οὖν
τοὺς
σημαινομένους
ὑμῖν
ἐν
τοῖς
γεγραμμένοις
ὑπὸ
Ἀμὰν
τοῦ
τεταγμένου
ἐπὶ
τῶν
πραγμάτων
καὶ
δευτέρου
πατρὸς
ἡμῶν
πάντας
σὺν
γυναιξὶ
καὶ
τέκνοις
ἀπολέσαι
ὁλορριζεὶ
ταῖς
τῶν
ἐχθρῶν
μαχαίραις
ἄνευ
παντὸς
οἴκτου
καὶ
φειδοῦς
τῇ
τεσσαρεσκαιδεκάτῃ
τοῦ
δωδεκάτου
μηνὸς
Ἀδὰρ
τοῦ
ἐνεστῶτος
ἔτους,
|
προστετάχαμεν
οὖν
ὑμῖν
τοὺς
σημαινομένους
ὑμῖν
ἐν
τοῖς
γεγραμμένοις
ὑπὸ
Ἁμὰν
τοῦ
τεταγμένου
ἐπὶ
τῶν
πραγμάτων
καὶ
δευτέρου
πατρὸς
ἡμῶν
ὁλορρίζους
ἀπολέσαι
σὺν
γυναιξὶ
καὶ
τέκνοις
ταῖς
τῶν
ἐχθρῶν
μαχαίραις
ἄνευ
παντὸς
οἴκτου
καὶ
φειδοῦς
τῇ
τεσσαρεσκαιδεκάτῃ
τοῦ
μηνὸς
τοῦ
δωδεκάτου
(οὗτος
ὁ
μὴν
Ἀδάρ,
ὅς
ἐστι
Δύστρος),
φονεύειν
πάντας
τοὺς
Ἰουδαίους
καὶ
ἁρπάζειν
τὰ
νήπια,
|
B.7 ὅπως
οἱ
πάλαι
καὶ
νῦν
δυσμενεῖς
ἐν
ἡμέρᾳ
μιᾷ
βιαίως
εἰς
τὸν
ᾅδην
κατελθόντες
εἰς
τὸν
μετέπειτα
χρόνον
εὐσταθῆ
καὶ
ἀτάραχα
παρέχωσιν
ἡμῖν
διὰ
τέλους
τὰ
πράγματα.
|
ἵνα
οἱ
πάλαι
δυσμενεῖς
καὶ
νῦν
ἐν
ἡμέρᾳ
μιᾷ
συνελθόντες
εἰς
τὸν
ᾅδην
εἰς
τὰ
μετέπειτα
εὐσταθήσωσιν
καὶ
μὴ
διὰ
τέλους
παρέχωσιν
ἡμῖν
πράγματα.
|
3:14 τὰ
δὲ
ἀντίγραφα
τῶν
ἐπιστολῶν
ἐξετίθετο
κατὰ
χώραν,
καὶ
προσετάγη
πᾶσι
τοῖς
ἔθνεσιν
ἑτοίμους
εἶναι
εἰς
τὴν
ἡμέραν
ταύτην.
|
|
3:15 ἐσπεύδετο
δὲ
τὸ
πρᾶγμα
καὶ
εἰς
Σουσάν·
ὁ
δὲ
βασιλεὺς
καὶ
Ἀμὰν
ἐκωθωνίζοντο,
ἐταράσσετο
δὲ
ἡ
πόλις.
|
Καὶ
ἐν
Σούσοις
ἐξετέθη
τὸ
πρόσταγμα
τοῦτο.
|