top Esther ch 2

Chapter 2

Old Greek Lucianic (Alpha)
2:1 καὶ μετὰ τοὺς λόγους τούτους ἐκόπασεν βασιλεὺς τοῦ θυμοῦ καὶ οὐκέτι ἐμνήσθη τῆς Ἀστὶν μνημονεύων οἷα ἐλάλησεν καὶ ὡς κατέκρινεν αὐτήν. Καὶ οὕτως ἔστη τοῦ μνημονεύειν τῆς Οὐαστὶν καὶ ὧν ἐποίησεν Ἀσσυήρῳ τῷ βασιλεῖ.
2:2 καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως ζητηθήτω τῷ βασιλεῖ κοράσια ἄφθορα καλὰ τῷ εἴδει· καὶ εἶπον οἱ λειτουργοὶ τοῦ βασιλέως Ζητήσωμεν παρθένους καλὰς τῷ εἴδει,
2:3 καὶ καταστήσει βασιλεὺς κωμάρχας ἐν πάσαις ταῖς χώραις τῆς βασιλείας αὐτοῦ, καὶ ἐπιλεξάτωσαν κοράσια παρθενικὰ καλὰ τῷ εἴδει εἰς Σουσὰν τὴν πόλιν εἰς τὸν γυναικῶνα, καὶ παραδοθήτωσαν τῷ εὐνούχῳ τοῦ βασιλέως τῷ φύλακι τῶν γυναικῶν, καὶ δοθήτω σμῆγμα καὶ λοιπὴ ἐπιμέλεια· καὶ δοθήτωσαν προστατεῖσθαι ὑπὸ χεῖρα Γωγαίου τοῦ εὐνούχου τοῦ φύλακος τῶν γυναικῶν·
2:4 καὶ γυνή, ἄν ἀρέσῃ τῷ βασιλεῖ, βασιλεύσει ἀντὶ Ἀστίν. καὶ ἤρεσεν τῷ βασιλεῖ τὸ πρᾶγμα, καὶ ἐποίησεν οὕτως. καὶ παῖς, ἐὰν ἀρέσῃ τῷ βασιλεῖ, κατασταθήσεται ἀντὶ Οὐαστίν. καὶ ἐποίησαν ἑτοίμως κατὰ ταῦτα.
2:5 καὶ ἄνθρωπος ἦν Ἰουδαῖος ἐν Σούσοις τῇ πόλει, καὶ ὄνομα αὐτῷ Μαρδοχαῖος τοῦ Ἰαϊροὺ τοῦ Σεμεΐου τοῦ Κισαίου ἐκ φυλῆς Βενιαμίν, καὶ ἦν ἀνὴρ Ἰουδαῖος ἐν Σούσοις τῇ πόλει, ὄνομα Μαρδοχαῖος υἱὸς Ἰαείρου τοῦ Σεμεΐου τοῦ Κισαίου ἐκ φυλῆς Βενιαμιν.
2:6 ὃς ἦν αἰχμάλωτος ἐξ Ἱερουσαλήμ, ἣν ᾐχμαλώτευσεν Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος.
2:7 καὶ ἦν τούτῳ παῖς θρεπτή, θυγάτηρ Ἀμιναδὰβ ἀδελφοῦ πατρὸς αὐτοῦ, καὶ ὄνομα αὐτῇ Ἐσθήρ· ἐν δὲ τῷ μεταλλάξαι αὐτῆς τοὺς γονεῖς ἐπαίδευσεν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα· καὶ ἦν τὸ κοράσιον καλὸν τῷ εἴδει. καὶ ἦν ἐκτρέφων πιστῶς τὴν Ἐσθὴρ θυγατέρα ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ· καὶ ἦν παῖς καλὴ τῷ εἴδει σφόδρα καὶ ὡραία τῇ ὄψει.
2:8 καὶ ὅτε ἠκούσθη τὸ τοῦ βασιλέως πρόσταγμα, συνήχθησαν κοράσια πολλὰ εἰς Σουσὰν τὴν πόλιν ὑπὸ χεῖρα Γαί, καὶ ἤχθη Ἐσθὴρ πρὸς Γαὶ τὸν φύλακα τῶν γυναικῶν. καὶ ἐλήφθη τὸ κοράσιον εἰς τὸν οἶκον τοῦ βασιλέως· καὶ εἶδε Βουγαῖος εὐνοῦχος φυλάσσων τὸ κοράσιον,
2:9 καὶ ἤρεσεν αὐτῷ τὸ κοράσιον καὶ εὗρεν χάριν ἐνώπιον αὐτοῦ, καὶ ἔσπευσεν αὐτῇ δοῦναι τὸ σμῆγμα καὶ τὴν μερίδα καὶ τὰ ἑπτὰ κοράσια τὰ ἀποδεδειγμένα αὐτῇ ἐκ βασιλικοῦ καὶ ἐχρήσατο αὐτῇ καλῶς καὶ ταῖς ἅβραις αὐτῆς ἐν τῷ γυναικῶνι· καὶ ἤρεσεν αὐτῷ ὑπὲρ πάσας τὰς γυναῖκας. καὶ εὗρεν Ἐσθὴρ χάριν καὶ ἔλεον κατὰ πρόσωπον αὐτοῦ, καὶ ἔσπευσε προστατῆσαι αὐτῆς καὶ ἐπέδωκεν ὑπὲρ τὰ ἑπτὰ κοράσια, τὰς ἅβρας αὐτῆς. ὡς δὲ εἰσήχθη Ἐσθὴρ πρὸς τὸν βασιλέα, ἤρεσεν αὐτῷ σφόδρα.
2:10 καὶ οὐχ ὑπέδειξεν Ἐσθὴρ τὸ γένος αὐτῆς οὐδὲ τὴν πατρίδα, γὰρ Μαρδοχαῖος ἐνετείλατο αὐτῇ μὴ ἀπαγγεῖλαι.
2:11 καθ' ἑκάστην δὲ ἡμέραν Μαρδοχαῖος περιεπάτει κατὰ τὴν αὐλὴν τὴν γυναικείαν ἐπισκοπῶν τί Ἐσθὴρ συμβήσεται.
2:12 οὗτος δὲ ἦν καιρὸς κορασίου εἰσελθεῖν πρὸς τὸν βασιλέα, ὅταν ἀναπληρώσῃ μῆνας δέκα δύο· οὕτως γὰρ ἀναπληροῦνται αἱ ἡμέραι τῆς θεραπείας, μῆνας ἓξ ἀλειφόμεναι ἐν σμυρνίνῳ ἐλαίῳ καὶ μῆνας ἓξ ἐν τοῖς ἀρώμασιν καὶ ἐν τοῖς σμήγμασιν τῶν γυναικῶν,
2:13 καὶ τότε εἰσπορεύεται πρὸς τὸν βασιλέα· καὶ ἐὰν εἴπῃ, παραδώσει αὐτῇ συνεισέρχεσθαι αὐτῇ ἀπὸ τοῦ γυναικῶνος ἕως τῶν βασιλείων.
2:14 δείλης εἰσπορεύεται καὶ πρὸς ἡμέραν ἀποτρέχει εἰς τὸν γυναικῶνα τὸν δεύτερον, οὗ Γαὶ εὐνοῦχος τοῦ βασιλέως φύλαξ τῶν γυναικῶν, καὶ οὐκέτι εἰσπορεύεται πρὸς τὸν βασιλέα, ἐὰν μὴ κληθῇ ὀνόματι. καὶ ὅταν ἐγένετο ἑσπέρα, εἰσήγετο, καὶ τὸ πρωῒ ἀπελύετο.
2:15 ἐν δὲ τῷ ἀναπληροῦσθαι τὸν χρόνον Ἐσθὴρ τῆς θυγατρὸς Ἀμιναδὰβ ἀδελφοῦ πατρὸς Μαρδοχαίου εἰσελθεῖν πρὸς τὸν βασιλέα οὐδὲν ἠθέτησεν ὧν αὐτῇ ἐνετείλατο εὐνοῦχος φύλαξ τῶν γυναικῶν· ἦν γὰρ Ἐσθὴρ εὑρίσκουσα χάριν παρὰ πάντων τῶν βλεπόντων αὐτήν.
2:16 καὶ εἰσῆλθεν Ἐσθὴρ πρὸς Ἀρταξέρξην τὸν βασιλέα τῷ δωδεκάτῳ μηνί, ὅς ἐστιν Ἀδάρ, τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ.
2:17 καὶ ἠράσθη βασιλεὺς Ἐσθήρ, καὶ εὗρεν χάριν παρὰ πάσας τὰς παρθένους, καὶ ἐπέθηκεν αὐτῇ τὸ διάδημα τὸ γυναικεῖον. ὡς δὲ κατεμάνθανεν βασιλεὺς πάσας τὰς παρθένους, ἐφάνη ἐπιφανεστάτη Ἐσθήρ, καὶ εὗρε χάριν καὶ ἔλεον κατὰ πρόσωπον αὐτοῦ, καὶ ἐπέθηκε τὸ διάδημα τῆς βασιλείας ἐπὶ τὴν κεφαλὴν αὐτῆς.
2:18 καὶ ἐποίησεν βασιλεὺς πότον πᾶσι τοῖς φίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν ἐπὶ ἡμέρας ἑπτὰ καὶ ὕψωσεν τοὺς γάμους Ἐσθὴρ καὶ ἄφεσιν ἐποίησεν τοῖς ὑπὸ τὴν βασιλείαν αὐτοῦ. καὶ ἤγαγεν βασιλεὺς τὸν γάμον τῆς Ἐσθὴρ ἐπιφανῶς, καὶ ἐποίησεν ἀφέσεις πάσαις ταῖς χώραις.
2:19  δὲ Μαρδοχαῖος ἐθεράπευεν ἐν τῇ αὐλῇ.
2:20  δὲ Ἐσθὴρ οὐχ ὑπέδειξεν τὴν πατρίδα αὐτῆς· οὕτως γὰρ ἐνετείλατο αὐτῇ Μαρδοχαῖος φοβεῖσθαι τὸν θεὸν καὶ ποιεῖν τὰ προστάγματα αὐτοῦ, καθὼς ἦν μετ' αὐτοῦ, καὶ Ἐσθὴρ οὐ μετήλλαξεν τὴν ἀγωγὴν αὐτῆς.
2:21 καὶ ἐλυπήθησαν οἱ δύο εὐνοῦχοι τοῦ βασιλέως οἱ ἀρχισωματοφύλακες ὅτι προήχθη Μαρδοχαῖος, καὶ ἐζήτουν ἀποκτεῖναι Ἀρταξέρξην τὸν βασιλέα.
2:22 καὶ ἐδηλώθη Μαρδοχαίῳ λόγος, καὶ ἐσήμανεν Ἐσθήρ, καὶ αὐτὴ ἐνεφάνισεν τῷ βασιλεῖ τὰ τῆς ἐπιβουλῆς.
2:23  δὲ βασιλεὺς ἤτασεν τοὺς δύο εὐνούχους καὶ ἐκρέμασεν αὐτούς· καὶ προσέταξεν βασιλεὺς καταχωρίσαι εἰς μνημόσυνον ἐν τῇ βασιλικῇ βιβλιοθήκῃ ὑπὲρ τῆς εὐνοίας Μαρδοχαίου ἐν ἐγκωμίῳ.