Old Greek |
Lucianic (Alpha) |
8:1
καὶ
ἐν
αὐτῇ
τῇ
ἡμέρᾳ
ὁ
βασιλεὺς
Ἀρταξέρξης
ἐδωρήσατο
Ἐσθὴρ
ὅσα
ὑπῆρχεν
Ἀμὰν
τῷ
διαβόλῳ,
καὶ
Μαρδοχαῖος
προσεκλήθη
ὑπὸ
τοῦ
βασιλέως,
ὑπέδειξεν
γὰρ
Ἐσθὴρ
ὅτι
ἐνοικείωται
αὐτῇ.
|
|
8:2
ἔλαβεν
δὲ
ὁ
βασιλεὺς
τὸν
δακτύλιον,
ὃν
ἀφείλατο
Ἀμάν,
καὶ
ἔδωκεν
αὐτὸν
Μαρδοχαίῳ,
καὶ
κατέστησεν
Ἐσθὴρ
Μαρδοχαῖον
ἐπὶ
πάντων
τῶν
Ἀμάν.
|
καὶ
ἀφεῖλεν
ὁ
βασιλεὺς
τὸ
δακτύλιον
ἀπὸ
τῆς
χειρὸς
αὐτοῦ,
καὶ
ἐσφραγίσθη
ἐν
αὐτῷ
ὁ
βίος
αὐτοῦ.
|
8:3
καὶ
προσθεῖσα
ἐλάλησεν
πρὸς
τὸν
βασιλέα
καὶ
προσέπεσεν
πρὸς
τοὺς
πόδας
αὐτοῦ
καὶ
ἠξίου
ἀφελεῖν
τὴν
Ἀμὰν
κακίαν
καὶ
ὅσα
ἐποίησεν
τοῖς
Ἰουδαίοις.
|
καὶ
εἶπεν
ὁ
βασιλεὺς
τῇ
Ἐσθὴρ
Καὶ
Μαρδοχαῖον
ἐβουλεύσατο
κρεμάσαι
τὸν
σῴσαντά
με
ἐκ
χειρὸς
τῶν
εὐνούχων;
οὐκ
ᾔδει
ὅτι
πατρῷον
αὐτοῦ
γένος
ἐστὶν
ἡ
Ἐσθήρ;
|
8:4
ἐξέτεινεν
δὲ
ὁ
βασιλεὺς
Ἐσθὴρ
τὴν
ῥάβδον
τὴν
χρυσῆν,
ἐξηγέρθη
δὲ
Ἐσθὴρ
παρεστηκέναι
τῷ
βασιλεῖ.
|
καὶ
ἐκάλεσεν
ὁ
βασιλεὺς
τὸν
Μαρδοχαῖον
καὶ
ἐχαρίσατο
αὐτῷ
πάντα
τὰ
τοῦ
Ἁμάν.
|
8:5
καὶ
εἶπεν
Ἐσθὴρ
εἰ
δοκεῖ
σοί
καὶ
εὗρον
χάριν,
πεμφθήτω
ἀποστραφῆναι
τὰ
γράμματα
τὰ
ἀπεσταλμένα
ὑπὸ
Ἀμὰν
τὰ
γραφέντα
ἀπολέσθαι
τοὺς
Ἰουδαίους,
οἵ
εἰσιν
ἐν
τῇ
βασιλείᾳ
σου·
|
καὶ
εἶπεν
αὐτῷ
Τί
θέλεις;
καὶ
ποιήσω
σοι.
καὶ
εἶπε
Μαρδοχαῖος
Ὅπως
ἀνέλῃς
τὴν
ἐπιστολὴν
τοῦ
Ἁμάν.
|
8:6
πῶςγὰρ
δυνήσομαι
ἰδεῖν
τὴν
κάκωσιν
τοῦ
λαοῦ
μου
καὶ
πῶςδυνήσομαι
σωθῆναι
ἐν
τῇ
ἀπωλείᾳ
τῆς
πατρίδος
μου;
|
καὶ
ἐνεχείρισεν
αὐτῷ
ὁ
βασιλεὺς
τὰ
κατὰ
τὴν
βασιλείαν.
|
8:7
καὶ
εἶπεν
ὁ
βασιλεὺς
πρὸς
Ἐσθὴρ
εἰ
πάντα
τὰ
ὑπάρχοντα
Ἀμὰν
ἔδωκα
καὶ
ἐχαρισάμην
σοί
καὶ
αὐτὸν
ἐκρέμασα
ἐπὶ
ξύλου,
ὅτι
τὰς
χεῖρας
ἐπήνεγκε
τοῖς
Ἰουδαίοις,
τί
ἔτι
ἐπιζητεῖς;
|
καὶ
εἶπεν
Ἐσθὴρ
τῷ
βασιλεῖ
τῇ
ἑξῆς
Δός
μοι
κολάσαι
τοὺς
ἐχθρούς
μου
φόνῳ.
|
8:8
γράψατε
καὶ
ὑμεῖς
ἐκ
τοῦ
ὀνόματός
μου
ὡς
δοκεῖ
ὑμῖν
καὶ
σφραγίσατε
τῷ
δακτυλίῳ
μου·
ὅσα
γὰρ
γράφεται
τοῦ
βασιλέως
ἐπιτάξαντος
καὶ
σφραγισθῇ
τῷ
δακτυλίῳ
μου,
οὐκ
ἔστιν
αὐτοῖς
ἀντειπεῖν.
|
ἐνέτυχε
δὲ
ἡ
βασίλισσα
Ἐσθὴρ
καὶ
κατὰ
τῶν
τέκνων
Ἁμὰν
τῷ
βασιλεῖ,
ὅπως
ἀποθάνωσι
καὶ
αὐτοὶ
μετὰ
τοῦ
πατρὸς
αὐτῶν.
καὶ
εἶπεν
ὁ
βασιλεύς
Γινέσθω.
|
8:9
ἐκλήθησαν
δὲ
οἱ
γραμματεῖς
ἐν
τῷ
πρώτῳ
μηνί,
ὅς
ἐστι
Νισά,
τρίτῃ
καὶ
εἰκάδι
τοῦ
αὐτοῦ
ἔτους,
καὶ
ἐγράφη
τοῖς
Ἰουδαίοις
ὅσα
ἐνετείλατο
τοῖς
οἰκονόμοις
καὶ
τοῖς
ἄρχουσιν
τῶν
σατραπῶν
ἀπὸ
τῆς
Ἰνδικῆς
ἕως
τῆς
Αἰθιοπίας,
ἑκατὸν
εἴκοσι
ἑπτὰ
σατραπείαις
κατὰ
χώραν
καὶ
χώραν,
κατὰ
τὴν
ἑαυτῶν
λέξιν.
|
καὶ
ἐπάταξε
τοὺς
ἐχθροὺς
εἰς
πλῆθος.
|
8:10
ἐγράφη
δὲ
διὰ
τοῦ
βασιλέως
καὶ
ἐσφραγίσθη
τῷ
δακτυλίῳ
αὐτοῦ,
καὶ
ἐξαπέστειλαν
τὰ
γράμματα
διὰ
βιβλιαφόρων,
|
ἐν
δὲ
Σούσοις
ἀνθωμολογήσατο
ὁ
βασιλεὺς
τῇ
βασιλίσσῃ
ἀποκτανθῆναι
ἄνδρας
καὶ
εἶπεν
Ἰδοὺ
δίδωμί
σοι
τοῦ
κρεμάσαι.
καὶ
ἐγένετο
οὕτως.
|
8:11
ὡς
ἐπέταξεν
αὐτοῖς
χρῆσθαι
τοῖς
νόμοις
αὐτῶν
ἐν
πάσῃ
πόλει
βοηθῆσαί
τε
αὑτοῖς
καὶ
χρῆσθαι
τοῖς
ἀντιδίκοις
αὐτῶν
καὶ
τοῖς
ἀντικειμένοις
αὐτῶν
ὡς
βούλονται,
|
|
8:12
ἐν
ἡμέρᾳ
μιᾷ
ἐν
πάσῃ
τῇ
βασιλείᾳ
Ἀρταξέρξου,
τῇ
τρισκαιδεκάτῃ
τοῦ
δωδεκάτου
μηνός,
ὅς
ἐστιν
Ἀδάρ.
|
|
E.1
ὧν
ἐστιν
ἀντίγραφον
τῆς
ἐπιστολῆς
τὰ
ὑπογεγραμμένα—
βασιλεὺς
μέγας
Ἀρταξέρξης
τοῖς
ἀπὸ
τῆς
Ἰνδικῆς
ἕως
τῆς
Αἰθιοπίας
ἑκατὸν
εἴκοσι
ἑπτὰ
σατραπείαις
χωρῶν
ἄρχουσι
καὶ
τοῖς
τὰ
ἡμέτερα
φρονοῦσι
χαίρειν.
|
E.1
Καὶ
ἔγραψε
τὴν
ὑποτεταγμένην
ἐπιστολήν
Βασιλεὺς
μέγας
Ἀσσυῆρος
τοῖς
ἀπὸ
τῆς
Ἰνδικῆς
ἕως
τῆς
Αἰθιοπίας
ἑκατὸν
καὶ
εἴκοσι
καὶ
ἑπτὰ
χωρῶν
ἄρχουσι
καὶ
σατράπαις
τοῖς
τὰ
ἡμέτερα
φρονοῦσι
χαίρειν.
|
E.2
πολλοὶ
τῇ
πλείστῃ
τῶν
εὐεργετούντων
χρηστότητι
πυκνότερον
τιμώμενοι
μεῖζον
ἐφρόνησαν
|
E.2
πολλοὶ
τῇ
πλείστῃ
τῶν
εὐεργετούντων
χρηστότητι
πυκνότερον
τιμώμενοι
μεῖζον
φρονήσαντες
|
E.3
καὶ
οὐ
μόνον
τοὺς
ὑποτεταγμένους
ἡμῖν
ζητοῦσι
κακοποιεῖν,
τόν
τε
κόρον
οὐ
δυνάμενοι
φέρειν
καὶ
τοῖς
ἑαυτῶν
εὐεργέταις
ἐπιχειροῦσι
μηχανᾶσθαι·
|
E.3
οὐ
μόνον
τοὺς
ὑποτεταγμένους
ἡμῖν
ζητοῦσι
κακοποιεῖν,
τὸν
δὲ
κόρον
οὐ
δυνάμενοι
φέρειν
καὶ
τοῖς
ἑαυτῶν
εὐεργέταις
ἐπιχειροῦσι
μηχανᾶσθαι
κακά·
|
E.4
καὶ
τὴν
εὐχαριστίαν
οὐ
μόνον
ἐκ
τῶν
ἀνθρώπων
ἀνταναιροῦντες,
ἀλλὰ
καὶ
τοῖς
τῶν
ἀπειραγάθων
κόμποις
ἐπαρθέντες
τοῦ
τὰ
πάντα
κατοπτεύοντος
ἀεὶ
θεοῦ
μισοπόνηρον
ὑπολαμβάνουσιν
ἐκφεύξεσθαι
δίκην.
|
E.4
καὶ
τὴν
εὐχαριστίαν
οὐ
μόνον
ἐκ
τῶν
ἀνθρώπων
ἀναιροῦντες,
ἀλλὰ
καὶ
τοῖς
τῶν
ἀπειραγάθων
κόμποις
παρελθόντες
τὸ
τοῦ
πάντα
δυναστεύοντος
δικαιοκρίτου
μισοπόνηρον
ἐκφυγεῖν
διειληφότες,
τὴν
δίκην,
|
E.5
πολλάκις
δὲ
καὶ
πολλοὺς
τῶν
ἐπ'
ἐξουσίαις
τεταγμένων
τῶν
πιστευθέντων
χειρίζειν
φίλων
τὰ
πράγματα
παραμυθία
μεταιτίους
αἱμάτων
ἀθῴων
καταστήσασα
περιέβαλε
συμφοραῖς
ἀνηκέστοις
|
E.5
πολλάκις
ἐπ'
ἐξουσιῶν
τεταγμένοι
τὰ
τῶν
ἐμπιστευομένων
φίλων
πράγματα
χειρίζειν
αἰτίους
ἀθῴων
αἱμάτων
καταστήσαντες
περιέβαλον
συμφοραῖς
ἀνηκέστοις
|
E.6
τῷ
τῆς
κακοηθείας
ψεύδει
παραλογισμῷ
παραλογισαμένων
τὴν
τῶν
ἐπικρατούντων
ἀκέραιον
εὐγνωμοσύνην.
|
E.6
τῷ
τῆς
κακοποιΐας
ψεύδει
παραλογισάμενοι
τὴν
τῶν
ἐπικρατούντων
ἀκέραιον
εὐγνωμοσύνην.
|
E.7
σκοπεῖν
δὲ
ἔξεστιν,
οὐ
τοσοῦτον
ἐκ
τῶν
παλαιοτέρων
ὧν
παρεδώκαμεν
ἱστοριῶν,
ὅσα
ἐστὶν
παρὰ
πόδας
ὑμᾶς
ἐκζητοῦντας
ἀνοσίως
συντετελεσμένα
τῇ
τῶν
ἀνάξια
δυναστευόντων
λοιμότητι,
|
E.7
σκοπεῖν
δὲ
ἔστιν
ἐκ
τῶν
παραδεδομένων
ἡμῖν
ἱστοριῶν
καὶ
ὅσον
τὸ
παρὰ
πόδας
θεωροῦντες
ἀξίως
τῇ
τῶν
δυναστευόντων
ὠμότητι
|
E.8
καὶ
προσέχειν
εἰς
τὰ
μετὰ
ταῦτα
εἰς
τὸ
τὴν
βασιλείαν
ἀτάραχον
τοῖς
πᾶσιν
ἀνθρώποις
μετ'
εἰρήνης
παρεξόμεθα
|
προσέχειν
εἰς
τὰ
μετέπειτα
καὶ
τὴν
βασιλείαν
ἀτάραχον
παρέχειν
πᾶσι
τοῖς
ἔθνεσι
μετ'
εἰρήνης
|
E.9
χρώμενοι
ταῖς
μεταβολαῖς,
τὰ
δὲ
ὑπὸ
τὴν
ὄψιν
ἐρχόμενα
διακρίνοντες
ἀεὶ
μετ'
ἐπιεικεστέρας
ἀπαντήσεως.
|
οὐ
χρώμενοι
ταῖς
διαβολαῖς,
τὰ
δὲ
ὑπὸ
τὴν
ὄψιν
ἐρχόμενα
μετ'
ἐπιεικείας
διεξάγοντες.
|
E.10
ὡς
γὰρ
Ἀμὰν
Ἁμαδάθου
Μακεδών,
ταῖς
ἀληθείαις
ἀλλότριος
τοῦ
τῶν
Περσῶν
αἵματος
καὶ
πολὺ
διεστηκὼς
τῆς
ἡμετέρας
χρηστότητος,
ἐπιξενωθεὶς
ἡμῖν
|
ἐπιξενωθεὶς
γὰρ
ἡμῖν
Ἁμὰν
Ἁμαδάθου
ὁ
Βουγαῖος
ταῖς
ἀληθείαις
ἀλλότριος
τοῦ
τῶν
Περσῶν
φρονήματος
καὶ
πολὺ
διεστὼς
τῆς
ἡμετέρας
χρηστότητος
|
E.11
ἔτυχεν
ἧς
ἔχομεν
πρὸς
πᾶν
ἔθνος
φιλανθρωπίας
ἐπὶ
τοσοῦτον
ὥστε
ἀναγορεύεσθαι
ἡμῶν
πατέρα
καὶ
προσκυνούμενον
ὑπὸ
πάντων
τὸ
δεύτερον
τοῦ
βασιλικοῦ
θρόνου
πρόσωπον
διατελεῖν,
|
ἔτυχε
τῆς
ἐξ
ἡμῶν
πρὸς
πᾶν
ἔθνος
φιλανθρωπίας
ἐπὶ
τοσοῦτον
ὥστε
ἀναγορευθῆναι
πατέρα
ἡμῶν
καὶ
προσκυνεῖσθαι
ὑπὸ
πάντων
τὸ
δεύτερον
τῶν
βασιλικῶν
θρόνων
διατελεῖν.
|
E.12
οὐκ
ἐνέγκας
δὲ
τὴν
ὑπερηφανίαν
ἐπετήδευσεν
τῆς
ἀρχῆς
στερῆσαι
ἡμᾶς
καὶ
τοῦ
πνεύματος
|
οὐκ
ἐνεγκών
δὲ
τὴν
ὑπερηφανίαν
ἐπετήδευσεν
ἡμᾶς
τῆς
ἀρχῆς
καὶ
τοῦ
πνεύματος
μεταστῆσαι,
|
E.13
τόν
τε
ἡμέτερον
σωτῆρα
καὶ
διὰ
παντὸς1
εὐεργέτην
Μαρδοχαῖον
καὶ
τὴν
ἄμεμπτον
τῆς
βασιλείας
κοινωνὸν
Ἐσθὴρ
σὺν
παντὶ
τῷ
τούτων
ἔθνει
πολυπλόκοις
μεθόδων
παραλογισμοῖς
αἰτησάμενος
εἰς
ἀπώλειαν·
|
τόν
δὲ
ἡμέτερον
σωτῆρα
διὰ
παντὸς
Μαρδοχαῖον
καὶ
τὴν
ἄμεμπτον
τούτου
κοινωνὸν
Ἐσθὴρ
σὺν
τῷ
παντὶ
τούτων
ἔθνει
πολυπλόκοις
μεθόδοις
διαρτησάμενος
εἰς
ἀπώλειαν·
|
E.14
διὰ
γὰρ
τῶν
τρόπων
τούτων
ᾠήθη
λαβὼν
ἡμᾶς
ἐρήμους
τὴν
τῶν
Περσῶν
ἐπικράτησιν
εἰς
τοὺς
Μακεδόνας
μετάξαι.
|
διὰ
γὰρ
τούτων
τῶν
τρόπων
ᾠήθη
λαβὼν
ἡμᾶς
ἐρήμους
ἐξαλλοτρίωσιν
τῆς
τῶν
Περσῶν
ἐπικρατείας
ἕως
εἰς
τοὺς
Μακεδόνας
ἀγαγεῖν.
|
E.15
ἡμεῖς
δὲ
τοὺς
ὑπὸ
τοῦ
τρισαλιτηρίου
παραδεδομένους
εἰς
ἀφανισμὸν
Ἰουδαίους
εὑρίσκομεν
οὐ
κακούργους
ὄντας,
δικαιοτάτοις
δὲ
πολιτευομένους
νόμοις.
|
τοὺς
οὖν
ὑπὸ
τοῦ
τρισαλιτηρίου
παραδεδομένους
ὑμῖν
Ἰουδαίους
εὑρίσκομεν
μὴ
ὄντας
κακούργους,
δικαιοτάτοις
δὲ
πολιτευομένους
νόμοις,
|
E.16
ὄντας
δὲ
υἱοὺς
τοῦ
ὑψίστου
μεγίστου
ζῶντος
θεοῦ
τοῦ
κατευθύνοντος
ἡμῖν
τε
καὶ
τοῖς
προγόνοις
ἡμῶν
τὴν
βασιλείαν
ἐν
τῇ
καλλίστῃ
διαθέσει.
|
ὄντας
δὲ
καὶ
υἱοὺς
τοῦ
μόνου
θεοῦ
καὶ
ἀληθινοῦ,
τοῦ
κατευθύναντος
ἡμῖν
τὴν
βασιλείαν
μέχρι
τοῦ
νῦν
ἐν
τῇ
καλλίστῃ
διαθέσει.
|
E.17
καλῶς
οὖν
ποιήσετε
μὴ
προσχρησάμενοι
τοῖς
ὑπὸ
Ἀμὰν
Ἁμαδάθου
ἀποσταλεῖσι
γράμμασιν
|
καλῶς
οὖν
ποιήσατε
μὴ
προσέχοντες
τοῖς
προαπεσταλμένοις
ὑμῖν
ὑπὸ
Ἁμὰν
γράμμασιν
|
E.18
διὰ
τὸ
αὐτὸν
τὸν
ταῦτα
ἐξεργασάμενον
πρὸς
ταῖς
Σούσων
πύλαις
ἐσταυρῶσθαι
σὺν
τῇ
πανοικίᾳ,
τὴν
καταξίαν
τοῦ
τὰ
πάντα
ἐπικρατοῦντος
θεοῦ
διὰ
τάχους
ἀποδόντος
αὐτῷ
κρίσιν,
|
διὰ
τὸ
καὶ
αὐτὸν
τὸν
τὰ
τοιαῦτα
ἐργασάμενον
πρὸς
ταῖς
Σούσων
πύλαις
ἐσταυρῶσθαι
ἀποδεδωκότος
αὐτῷ
τὴν
καταξίαν
δίκην
τοῦ
τὰ
πάντα
κατοπτεύοντος
ἀεὶ
κριτοῦ.
|
E.19
τὸ
δὲ
ἀντίγραφον
τῆς
ἐπιστολῆς
ταύτης
ἐκθέντες
ἐν
παντὶ
τόπῳ
μετὰ
παρρησίας
ἐᾷν
τοὺς
Ἰουδαίους
χρῆσθαι
τοῖς
ἑαυτῶν
νομίμοις
|
ἐκτεθήτω
δὲ
τὸ
ἀντίγραφον
τῆς
ἐπιστολῆς
ἐν
παντὶ
τόπῳ
χρῆσθαί
τε
τοὺς
Ἰουδαίους
τοῖς
ἑαυτῶν
νόμοις
|
E.20
καὶ
συνεπισχύειν
αὐτοῖς
ὅπως
τοὺς
ἐν
καιρῷ
θλίψεως
ἐπιθεμένους
αὐτοῖς
ἀμύνωνται
τῇ
τρισκαιδεκάτῃ
τοῦ
δωδεκάτου
μηνὸς
Ἀδὰρ
τῇ
αὐτῇ
ἡμέρᾳ·
|
καὶ
ἐπισχύειν
αὐτοῖς,
ὅπως
τοὺς
ἐν
καιρῷ
θλίψεως
ἐπιθεμένους
ἀμύνωνται.
ἐκρίθη
δὲ
ὑπὸ
τῶν
κατὰ
τὴν
βασιλείαν
Ἰουδαίων
ἄγειν
τὴν
τεσσαρεσκαιδεκάτην
τοῦ
μηνός,
ὅς
ἐστιν
Ἀδὰρ,
καὶ
τῇ
πεντεκαιδεκάτῃ
ἑορτάσαι,
|
E.21
ταύτην
γὰρ
ὁ
πάντα
δυναστεύων
θεὸς
ἀντ'
ὀλεθρίας
τοῦ
ἐκλεκτοῦ
γένους
ἐποίησεν
αὐτοῖς
εὐφροσύνην.
|
ὅτι
ἐν
αὐταῖς
ὁ
παντοκράτωρ
ἐποίησεν
αὐτοῖς
σωτηρίαν
καὶ
εὐφροσύνην.
|
E.22
καὶ
ὑμεῖς
οὖν
ἐν
ταῖς
ἐπωνύμοις
ὑμῶν
ἑορταῖς
ἐπίσημον
ἡμέραν
μετὰ
πάσης
εὐωχίας
ἄγετε,
|
|
E.23
ὅπως
καὶ
νῦν
καὶ
μετὰ
ταῦτα
σωτηρίᾳ
ᾖ
ἡμῖν
καὶ
τοῖς
εὐνοοῦσιν
Πέρσαις,
τοῖς
δὲ
ἡμῖν
ἐπιβουλεύουσιν
μνημόσυνον
τῆς
ἀπωλείας.
|
καὶ
νῦν
μετὰ
ταῦτα
σωτηρίαν
μὲν
εὖ
ποιοῦσι
τοῖς
Πέρσαις,
τῶν
δὲ
ἐπιβουλευσάντων
μνημόσυνον
τῆς
ἀπωλείας.
|
E.24
πᾶσα
δὲ
πόλις
ἢ
χώρα
τὸ
σύνολον,
ἥτις
κατὰ
ταῦτα
μὴ
ποιήσῃ,
δόρατι
καὶ
πυρὶ
καταναλωθήσεται
μετ'
ὀργῆς·
οὐ
μόνον
ἀνθρώποις
ἄβατος,
ἀλλὰ
καὶ
θηρίοις
καὶ
πετεινοῖς
εἰς
τὸν
ἅπαντα
χρόνον
ἔχθιστος
κατασταθήσεται.
|
ἡ
δὲ
πόλις
καὶ
ἡ
χώρα,
ἥτις
κατὰ
ταῦτα
μὴ
ποιήσαι,
δόρατι
καὶ
πυρὶ
καταναλωθήσεται
μετ'
ὀργῆς
καὶ
οὐ
μόνον
ἀνθρώποις
ἄβατος,
ἀλλὰ
καὶ
θηρίοις
καὶ
πετεινοῖς
ἐκταθήσεται.
|
13
τὰ
δὲ
ἀντίγραφα
ἐκτιθέσθωσαν
ὀφθαλμοφανῶς
ἐν
πάσῃ
τῇ
βασιλείᾳ,
ἑτοίμους
τε
εἶναι
πάντας
τοὺς
Ἰουδαίους
εἰς
ταύτην
τὴν
ἡμέραν
πολεμῆσαι
αὐτῶν
τοὺς
ὑπεναντίους.
|
|
14
οἱ
μὲν
οὖν
ἱππεῖς
ἐξῆλθον
σπεύδοντες
τὰ
ὑπὸ
τοῦ
βασιλέως
λεγόμενα
ἐπιτελεῖν·
ἐξετέθη
δὲ
τὸ
πρόσταγμα
καὶ
ἐν
Σούσοις.
|
Ἐξετέθη
δὲ
καὶ
ἐν
Σούσοις
ἔκθεμα
περιέχον
τάδε,
καὶ
ὁ
βασιλεὺς
ἐνεχείρισε
τῷ
Μαρδοχαίῳ
γράφειν
ὅσα
βούλεται.
ἀπέστειλε
δὲ
Μαρδοχαῖος
διὰ
γραμμάτων
καὶ
ἐσφραγίσατο
τῷ
τοῦ
βασιλέως
δακτυλίῳ
μένειν
τὸ
ἔθνος
αὐτοῦ
κατὰ
χώρας
ἕκαστον
αὐτῶν
καὶ
ἑορτάζειν
τῷ
θεῷ.
ἡ
δὲ
ἐπιστολή,
ἣν
ἀπέστειλεν
ὁ
Μαρδοχαῖος,
ἦν
ἔχουσα
ταῦτα
Ἁμὰν
ἀπέστειλεν
ὑμῖν
γράμματα
ἔχοντα
οὕτως
Ἔθνος
Ἰουδαίων
ἀπειθὲς
σπουδάσατε
ταχέως
ἀναπέμψαι
μοι
εἰς
ἀπώλειαν.
ἐγὼ
δὲ
ὁ
Μαρδοχαῖος
μηνύω
ὑμῖν
τὸν
ταῦτα
ἐργασάμενον
πρὸς
ταῖς
Σούσων
πύλαις
κεκρεμάσθαι
καὶ
τὸν
οἶκον
αὐτοῦ
διακεχειρίσθαι·
οὗτος
γὰρ
ἐβούλετο
ἀποκτεῖναι
ἡμᾶς
τῇ
τρίτῃ
καὶ
δεκάτῃ
τοῦ
μηνός,
ὅς
ἐστιν
Ἀδὰρ.
|
15
ὁ
δὲ
Μαρδοχαῖος
ἐξῆλθεν
ἐστολισμένος
τὴν
βασιλικὴν
στολὴν
καὶ
στέφανον
ἔχων
χρυσοῦν
καὶ
διάδημα
βύσσινον
πορφυροῦν·
ἰδόντες
δὲ
οἱ
ἐν
Σούσοις
ἐχάρησαν.
|
καὶ
ὁ
Μαρδοχαῖος
ἐξῆλθεν
ἐστολισμένος
τὴν
βασιλικὴν
ἐσθῆτα
καὶ
διάδημα
βύσσινον
περιπόρφυρον·
ἰδόντες
δὲ
οἱ
ἐν
Σούσοις
ἐχάρησαν.
|
16
τοῖς
δὲ
Ἰουδαίοις
ἐγένετο
φῶς
καὶ
εὐφροσύνη·
|
καὶ
τοῖς
Ἰουδαίοις
ἐγένετο
φῶς,
πότος,
κώθων.
|
17
κατὰ
πόλιν
καὶ
χώραν,
οὗ
ἄν
ἐξετέθη
τὸ
πρόσταγμα,
οὗ
ἄν
ἐξετέθη
τὸ
ἔκθεμα,
χαρὰ
καὶ
εὐφροσύνη
τοῖς
Ἰουδαίοις,
κώθων
καὶ
εὐφροσύνη,
καὶ
πολλοὶ
τῶν
ἐθνῶν
περιετέμοντο
καὶ
ἰουδάιζον
διὰ
τὸν
φόβον
τῶν
Ἰουδαίων.
|
καὶ
πολλοὶ
τῶν
Ἰουδαίων
περιετέμνοντο,
καὶ
οὐδεὶς
ἐπανέστη
αὐτοῖς·
ἐφοβοῦντο
γὰρ
αὐτούς.
|