top Esther ch 9

Chapter 9

Old Greek Lucianic (Alpha)
9:1 ἐν γὰρ τῷ δωδεκάτῳ μηνὶ τρισκαιδεκάτῃ τοῦ μηνός, ὅς ἐστιν Ἀδάρ, παρῆν τὰ γράμματα τὰ γραφέντα ὑπὸ τοῦ βασιλέως.
9:2 ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπώλοντο οἱ ἀντικείμενοι τοῖς Ἰουδαίοις· οὐδεὶς γὰρ ἀντέστη φοβούμενος αὐτούς.
9:3 οἱ γὰρ ἄρχοντες τῶν σατραπῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων τοὺς Ἰουδαίους· γὰρ φόβος Μαρδοχαίου ἐνέκειτο αὐτοῖς. Οἱ δὲ ἄρχοντες καὶ οἱ τύραννοι καὶ οἱ σατράπαι καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων τοὺς Ἰουδαίους· γὰρ φόβος Μαρδοχαίου ἐπέπεσεν ἐπ' αὐτούς.
9:4 προσέπεσεν γὰρ τὸ πρόσταγμα τοῦ βασιλέως ὀνομασθῆναι ἐν πάσῃ τῇ βασιλείᾳ. καὶ προσέπεσεν ἐν Σούσοις ὀνομασθῆναι Ἁμὰν καὶ τοὺς ἀντικειμένους ἐν πάσῃ βασιλείᾳ.
9:5 
9:6 καὶ ἐν Σούσοις τῇ πόλει ἀπέκτειναν οἱ Ἰουδαῖοι ἄνδρας πεντακοσίους καὶ ἀπέκτεινον ἐν Σούσοις οἱ Ἰουδαῖοι ἄνδρας ἑπτακοσίους
9:7 τόν τε Φαρσαννεσταὶν καὶ Δελφὼν καὶ Φασγὰ καὶ τόν Φαρσαν καὶ τὸν ἀδελφὸν αὐτοῦ καὶ τὸν Φαρνα
9:8 καὶ Φαρδαθὰ καὶ Βαρεὰ καὶ Σαρβαχὰ καὶ τὸν Γαγαφαρδαθα
9:9 καὶ Μαρμασιμὰ καὶ Ἀρουφαίον καὶ Ἀρσαῖον καὶ Ζαβουθαιθάν, καὶ τὸν Μαρμασαιμα καὶ τὸν Ιζαθουθ
9:10 τοὺς δέκα υἱοὺς Ἀμὰν Ἁμαδάθου Βουγαίου τοῦ ἐχθροῦ τῶν Ἰουδαίων, καὶ διήρπασαν. καὶ τοὺς δέκα υἱοὺς Ἁμὰν Ἁμαδάθου τοῦ Βουγαίου τοῦ ἐχθροῦ τῶν Ἰουδαίων, καὶ διήρπασαν πάντα τὰ αὐτῶν.
9:11 ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐπεδόθη ἀριθμὸς τῷ βασιλεῖ τῶν ἀπολωλότων ἐν Σούσοις.
9:12 εἶπεν δὲ βασιλεὺς πρὸς Ἐσθὴρ ἀπώλεσαν οἱ Ἰουδαῖοι ἐν Σούσοις τῇ πόλει ἄνδρας πεντακοσίους· ἐν δὲ τῇ περιχώρῳ πῶςοἴει ἐχρήσαντο; τί οὖν ἀξιοῖς ἔτι καὶ ἔσται σοι; καὶ εἶπεν βασιλεὺς τῇ Ἐσθήρ Πῶς σοι οἱ ἐνταῦθα καὶ οἱ ἐν τῇ περιχώρῳ κέχρηνται;
9:13 καὶ εἶπεν Ἐσθὴρ τῷ βασιλεῖ δοθήτω τοῖς Ἰουδαίοις χρῆσθαι ὡσαύτως τὴν αὔριον ὥστε τοὺς δέκα υἱοὺς κρεμάσαι Ἀμάν. καὶ εἶπεν Ἐσθὴρ Δοθήτω τοῖς Ἰουδαίοις οὓς ἐὰν θέλωσιν ἀνελεῖν καὶ διαρπάζειν. καὶ συνεχώρησεν.
9:14 καὶ ἐπέτρεψεν οὕτως γενέσθαι καὶ ἐξέθηκε τοῖς Ἰουδαίοις τῆς πόλεως τὰ σώματα τῶν υἱῶν Ἀμὰν κρεμάσαι.
9:15 καὶ συνήχθησαν οἱ Ἰουδαῖοι ἐν Σούσοις τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Ἀδὰρ καὶ ἀπέκτειναν ἄνδρας τριακοσίους καὶ οὐδὲν διήρπασαν.
9:16 οἱ δὲ λοιποὶ τῶν Ἰουδαίων οἱ ἐν τῇ βασιλείᾳ συνήχθησαν καὶ ἑαυτοῖς ἐβοήθουν καὶ ἀνεπαύσαντο ἀπὸ τῶν πολεμίων· ἀπώλεσαν γὰρ αὐτῶν μυρίους πεντακισχιλίους τῇ τρισκαιδεκάτῃ τοῦ Ἀδὰρ καὶ οὐδὲν διήρπασαν. καὶ ἀπώλεσαν μυριάδας ἑπτὰ καὶ ἑκατὸν ἄνδρας.
9:17 καὶ ἀνεπαύσαντο τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς καὶ ἦγον αὐτὴν ἡμέραν ἀναπαύσεως μετὰ χαρᾶς καὶ εὐφροσύνης.
9:18 οἱ δὲ Ἰουδαῖοι οἱ ἐν Σούσοις τῇ πόλει συνήχθησαν καὶ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ οὐκ ἀνεπαύσαντο· ἦγον δὲ καὶ τὴν πεντεκαιδεκάτην μετὰ χαρᾶς καὶ εὐφροσύνης.
9:19 διὰ τοῦτο οὖν οἱ Ἰουδαῖοι οἱ διεσπαρμένοι ἐν πάσῃ χώρᾳ τῇ ἔξω ἄγουσιν τὴν τεσσαρεσκαιδεκάτην τοῦ Ἀδὰρ ἡμέραν ἀγαθὴν μετ' εὐφροσύνης ἀποστέλλοντες μερίδας ἕκαστος τῷ πλησίον, οἱ δὲ κατοικοῦντες ἐν ταῖς μητροπόλεσιν καὶ τὴν πεντεκαιδεκάτην τοῦ Ἀδὰρ ἡμέραν εὐφροσύνην ἀγαθὴν ἄγουσιν ἐξαποστέλλοντες μερίδας τοῖς πλησίον.
9:20 ἔγραψεν δὲ Μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον καὶ ἐξαπέστειλεν τοῖς Ἰουδαίοις, ὅσοι ἦσαν ἐν τῇ Ἀρταξέρξου βασιλείᾳ, τοῖς ἐγγὺς καὶ τοῖς μακράν, Ἔγραψε δὲ Μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον καὶ ἐξαπέστειλε τοῖς Ἰουδαίοις, οἳ ἦσαν ἐν τῇ Ἀσσυήρου βασιλείᾳ, τοῖς μακρὰν καὶ τοῖς ἐγγύς,
9:21 στῆσαι τὰς ἡμέρας ταύτας ἀγαθὰς ἄγειν τε τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν πεντεκαιδεκάτην τοῦ Ἀδὰρ στῆσαι τὰς ἡμέρας ταύτας εἰς ὕμνους καὶ εὐφροσύνας ἀντὶ ὀδυνῶν καὶ πένθους, τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν πεντεκαιδεκάτην.
9:22 ἐν γὰρ ταύταις ταῖς ἡμέραις ἀνεπαύσαντο οἱ Ἰουδαῖοι ἀπὸ τῶν ἐχθρῶν αὐτῶνκαὶ τὸν μῆνα, ἐν ἐστράφη αὐτοῖς ὃς ἦν Ἀδὰρ ἀπὸ πένθους εἰς χαρὰν καὶ ἀπὸ ὀδύνης εἰς ἀγαθὴν ἡμέραν, ἄγειν ὅλον ἀγαθὰς ἡμέρας γάμων καὶ εὐφροσύνης ἐξαποστέλλοντας μερίδας τοῖς φίλοις καὶ τοῖς πτωχοῖς. καὶ ἀπέστειλε μερίδας τοῖς πένησιν, καὶ προσεδέξαντο.
9:23 καὶ προσεδέξαντο οἱ Ἰουδαῖοι, καθὼς ἔγραψεν αὐτοῖς Μαρδοχαῖος,
9:24 πῶςἈμὰν Ἁμαδάθου Μακεδὼν ἐπολέμει αὐτούς, καθὼς ἔθετο ψήφισμα καὶ κλῆρον ἀφανίσαι αὐτούς,
9:25 καὶ ὡς εἰσῆλθεν πρὸς τὸν βασιλέα λέγων κρεμάσαι τὸν Μαρδοχαῖον· ὅσα δὲ ἐπεχείρησεν ἐπάξαι ἐπὶ τοὺς Ἰουδαίους κακά, ἐπ' αὐτὸν ἐγένοντο, καὶ ἐκρεμάσθη αὐτὸς καὶ τὰ τέκνα αὐτοῦ.
9:26 διὰ τοῦτο ἐπεκλήθησαν αἱ ἡμέραι αὗται Φρουραὶ διὰ τοὺς κλήρους, ὅτι τῇ διαλέκτῳ αὐτῶν καλοῦνται Φρουραί, διὰ τοὺς λόγους τῆς ἐπιστολῆς ταύτης καὶ ὅσα πεπόνθασιν διὰ ταῦτα καὶ ὅσα αὐτοῖς ἐγένετο· διὰ τοῦτο ἐκλήθησαν αἱ ἡμέραι αὗται Φουραια διὰ τοὺς κλήρους τοὺς πεσόντας εἰς τὰς ἡμέρας ταύτας εἰς μνημόσυνον.
9:27 καὶ ἔστησεν καὶ προσεδέχοντο οἱ Ἰουδαῖοι ἐφ' ἑαυτοῖς καὶ ἐπὶ τῷ σπέρματι αὐτῶν καὶ ἐπὶ τοῖς προστεθειμένοις ἐπ' αὐτῶν οὐδὲ μὴν ἄλλως χρήσονται· αἱ δὲ ἡμέραι αὗται μνημόσυνον ἐπιτελούμενον κατὰ γενεὰν καὶ γενεὰν καὶ πόλιν καὶ πατριὰν καὶ χώραν·
9:28 αἱ δὲ ἡμέραι αὗται τῶν Φρουραὶ ἀχθήσονται εἰς τὸν ἅπαντα χρόνον, καὶ τὸ μνημόσυνον αὐτῶν οὐ μὴ ἐκλίπῃ ἐκ τῶν γενεῶν.
9:29 καὶ ἔγραψεν Ἐσθὴρ βασίλισσα θυγάτηρ Ἀμιναδὰβ καὶ Μαρδοχαῖος Ἰουδαῖος ὅσα ἐποίησαν τὸ τε στερέωμα τῆς ἐπιστολῆς τῶν Φρουραί.
9:30 
9:31 καὶ Μαρδοχαῖος καὶ Ἐσθὴρ βασίλισσα ἔστησαν ἑαυτοῖς καθ' ἑαυτῶν καὶ τότε στήσαντες κατὰ τῆς ὑγιείας αὐτῶν καὶ τὴν βουλὴν αὐτῶν·
9:32 καὶ Ἐσθὴρ λόγῳ ἔστησεν εἰς τὸν αἰῶνα, καὶ ἐγράφη εἰς μνημόσυνον.