Chapter 46
[Parallel to Hebrew, Vulgate and English 39:1-4, 15-18][English ch 46 found in LXX ch 26]
1 [MT=39:1] καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τοῦ Σεδεκία βασιλέως Ἰούδα ἐν τῷ μηνὶ τῷ δεκάτῳ παρεγένετο Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπολιόρκουν αὐτήν. 2 [MT=39:2] καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκία ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτῃ τοῦ μηνὸς ἐρράγη ἡ πόλις. 3 [MT=39:3] καὶ εἰσῆλθον πάντες οἱ ἡγεμόνες βασιλέως Βαβυλῶνος καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ, Ναργαλασὰρ καὶ Σαμαγὼθ καὶ Ναβουσαχὰρ καὶ Ναβουσαρὶς καὶ Ναγαργασνασὲρ Ῥαβαμὰγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλῶνος· 4 [MT=39:4] 5 [MT=39:5] 6 [MT=39:6] 7 [MT=39:7] 8 [MT=39:8] 9 [MT=39:9] 10 [MT=39:10] 11 [MT=39:11] 12 [MT=39:12] 13 [MT=39:13] 14 [MT=39:14] καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν Ἱερεμίαν ἐξ αὐλῆς τῆς φυλακῆς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολίαν υἱὸν Ἀχικὰμ υἱοῦ Σαφάν· καὶ ἐξήγαγον αὐτόν, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ.
15 [MT=39:15] καὶ πρὸς Ἱερεμίαν ἐγένετο λόγος κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων 16 [MT=39:16] πορεύου καὶ εἰπὸν πρὸς Ἀβδεμελὲχ τὸν Αἰθίοπα οὕτως εἶπεν κύριος ὁ θεὸς Ἰσραὴλ ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά· 17 [MT=39:17] καὶ σώσω σὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐ μὴ δώσω σὲ εἰς χεῖρας τῶν ἀνθρώπων, ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν. 18 [MT=39:18] ὅτι σῴζων σώσω σε, καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πέσῃς· καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρεμα, ὅτι ἐπεποίθεις ἐπ' ἐμοί, φησὶν κύριος.