Greek: Septuagint (LXX)
English: John Barach
English: John Barach
Chapter 33
Jacob Meets Esau
| 1 ἀναβλέψας δὲ Ἰακὼβ εἶδεν καὶ ἰδοὺ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἐρχόμενος καὶ τετρακόσιοι ἄνδρες μετ' αὐτοῦ. καὶ ἐπιδιεῖλεν Ἰακὼβ τὰ παιδία ἐπὶ Λείαν καὶ Ῥαχὴλ καὶ τὰς δύο παιδίσκας 2 καὶ ἐποίησεν τὰς δύο παιδίσκας καὶ τοὺς υἱοὺς αὐτῶν ἐν πρώτοις καὶ Λείαν καὶ τὰ παιδία αὐτῆς ὀπίσω καὶ Ῥαχὴλ καὶ Ἰωσήφ ἐσχάτους. 3 αὐτὸς δὲ προῆλθεν ἔμπροσθεν αὐτῶν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἑπτάκις ἕως τοῦ ἐγγίσαι τοῦ ἀδελφοῦ αὐτοῦ. | 1 And Jacob looked up and saw, and behold, Esau his brother was coming and four hundred men with him. And Jacob divided the children among Leah and Rachel and the two female servants. 2 And he placed the two female servants and their sons first, and Leah and her children behind, and Rachel and Joseph last. 3 And he himself went on before them and bowed down to the ground seven times until he drew near to his brother. |
| 4 καὶ προσέδραμεν Ἡσαῦ εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν καὶ προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσαν ἀμφότεροι. 5 καὶ ἀναβλέψας εἶδεν τὰς γυναῖκας καὶ τὰ παιδία καὶ εἶπεν, τί ταῦτά Σοὶ ἐστιν; ὁ δὲ εἶπεν, τὰ παιδία, οἷς ἠλέησεν ὁ θεὸς τὸν παῖδά σου. 6 καὶ προσήγγισαν αἱ παιδίσκαι καὶ τὰ τέκνα αὐτῶν καὶ προσεκύνησαν, 7 καὶ προσήγγισεν Λεία καὶ τὰ τέκνα αὐτῆς καὶ προσεκύνησαν, καὶ μετὰ ταῦτα προσήγγισεν Ῥαχὴλ καὶ Ἰωσὴφ καὶ προσεκύνησαν. | 4 And Esau ran to meet him and, embracing him, kissed him and fell upon his neck, and they both wept. 5 And looking up, he saw the women and the children and said, "What are these to you?" And he said, "The children with whom God has had mercy on your servant." 6 Then the female servants and their children approached and bowed down; 7 and Leah and her children approached and bowed down; and after these things Rachel and Joseph approached and bowed down. |
| 8 καὶ εἶπεν, τί ταῦτά Σοὶ ἐστιν, πᾶσαι αἱ παρεμβολαὶ αὗται, αἷς ἀπήντηκα; ὁ δὲ εἶπεν, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου, κύριε. 9 εἶπεν δὲ Ἡσαῦ, ἔστιν μοι πολλά, ἄδελφε· ἔστω σοί τὰ σά. 10 εἶπεν δὲ Ἰακώβ, εἰ εὕρηκα χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα διὰ τῶν ἐμῶν χειρῶν· ἕνεκεν τούτου εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι πρόσωπον θεοῦ, καὶ εὐδοκήσεις με· 11 λαβὲ τὰς εὐλογίας μου, ἃς ἤνεγκά σοι, ὅτι ἠλέησέν με ὁ θεὸς καὶ ἔστιν μοι πάντα. καὶ ἐβιάσατο αὐτόν, καὶ ἔλαβεν. | 8 And he said, "What are these to you—all these companies which I have met?" And he said, "In order that your servant might find favor in your sight, my lord." 9 But Esau said, "I have many things, brother; let what is yours be yours." 10 And Jacob said, "If I have found favor in your sight, receive the gifts from my hands; for this reason I have seen your face, as one might see the face of God, and you will be well-pleased with me. 11 Take my blessings which I have brought to you, because God has had mercy on me and I have all things." And he urged him, and he took them. |
| 12 καὶ εἶπεν, ἀπάραντες πορευσόμεθα ἐπ' εὐθεῖαν. 13 εἶπεν δὲ αὐτῷ, ὁ κύριός μου γινώσκει ὅτι τὰ παιδία ἁπαλώτερα καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ' ἐμέ· ἐὰν οὖν καταδιώξω αὐτοὺς ἡμέραν μίαν, ἀποθανοῦνται πάντα τὰ κτήνη. 14 προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδός, ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου καὶ κατὰ πόδα τῶν παιδαρίων ἕως τοῦ με ἐλθεῖν πρὸς τὸν κύριόν μου εἰς Σηίρ. | 12 And he said, "Let us depart and go on directly." 13 But he said to him, "My lord knows that the children are quite tender, and the sheep and the oxen with young are my responsibility; if therefore I drive them hard for one day, all the livestock will die. 14 Let my lord go on ahead of his servant, and I will gain strength on the way according to the leisure of the journey before me and according to the pace of the children, until I come to my lord at Seir." |
| 15 εἶπεν δὲ Ἡσαῦ, καταλείψω μετὰ σου ἀπὸ τοῦ λαοῦ τοῦ μετ' ἐμοῦ. ὁ δὲ εἶπεν, ἵνα τί τοῦτο; ἱκανὸν ὅτι εὗρον χάριν ἐναντίον σου, κύριε. 16 ἀπέστρεψεν δὲ Ἡσαῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὴν ὁδὸν αὐτοῦ εἰς Σηίρ. 17 καὶ Ἰακὼβ ἀπαίρει εἰς Σκηνάς· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ οἰκίας καὶ τοῖς κτήνεσιν αὐτοῦ ἐποίησεν σκηνάς· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Σκηναί. | 15 And Esau said, "I will leave with you some of the people who are with me." But he said, "Why is this? It is enough that I found favor in your sight, my lord." 16 So Esau returned on that day on his way to Seir. 17 And Jacob departed to "Tents" (Succoth); and he built for himself houses there, and for his livestock he made tents; because of this, he called the name of that place "Tents." |
Jacob Settles in Shechem
| 18 καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλὴμ1 πόλιν Σικίμων,2 ἥ ἐστιν ἐν γῇ Χαναάν, ὅτε ἦλθεν ἐκ τῆς Μεσοποταμίας Συρίας, καὶ παρενέβαλεν κατὰ πρόσωπον τῆς πόλεως. 19 καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ Ἑμμὼρ πατρὸς Συχὲμ ἑκατὸν Συχὲμ 20 καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸν θεὸν Ἰσραήλ. | 18 And Jacob came to Salem, a city of Shechem, which is in the land of Canaan, when he came out of Mesopotamia of Syria; and he encamped before the face of the city. 19 And he purchased the portion of the field where he had pitched his tent there, from Hamor the father of Shechem, for a hundred lambs. 20 And he set up an altar there and called upon the God of Israel. |

