top 2 Kings ch 2

Chapter 2

Elijah Taken to Heaven

1 καὶ ἐγένετο ἐν τῷ ἀνάγειν κύριον τὸν Ἠλίου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη Ἠλίου καὶ Ἐλισαιὲ ἐκ Γαλγαλών. 2 καὶ εἶπεν Ἠλίου πρὸς Ἐλισαιὲ κάθου δὴ ἐνταῦθα, ὅτι κύριος ἀπέσταλκέν με ἕως Βαιθήλ· καὶ εἶπεν Ἐλισαιὲ ζῇ κύριος καὶ ζῇ ψυχή σου, εἰ καταλείψω σε· καὶ ἦλθον εἰς Βαιθήλ. 3 καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθὴλ πρὸς Ἐλισαιὲ καὶ εἶπον πρὸς αὐτόν εἰ ἔγνως ὅτι κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπεν κἀγὼ ἔγνωκα, σιωπᾶτε. 4 καὶ εἶπεν Ἠλίου πρὸς Ἐλισαιὲ κάθου δὴ ἐνταῦθα, ὅτι κύριος ἀπέσταλκέν με εἰς Ἰεριχώ· καὶ εἶπεν Ἐλισαιὲ ζῇ κύριος καὶ ζῇ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Ἰεριχώ.

5 καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἰεριχὼ πρὸς Ἐλισαιὲ καὶ εἶπαν πρὸς αὐτόν εἰ ἔγνως ὅτι σήμερον λαμβάνει κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπεν καί γε ἐγὼ ἔγνων, σιωπᾶτε. 6 καὶ εἶπεν αὐτῷ Ἠλίου κάθου δὴ ὧδε, ὅτι κύριος ἀπέσταλκέν με ἕως τοῦ Ἰορδάνου· καὶ εἶπεν Ἐλισαιὲ ζῇ κύριος καὶ ζῇ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι. 7 καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν· καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ἰορδάνου. 8 καὶ ἔλαβεν Ἠλίου τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησεν καὶ ἐπάταξεν τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα, καὶ ἔνθα καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ.

9 καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ἠλίου εἶπεν πρὸς Ἐλισαιὲ αἴτησαι τί ποιήσω σοί πρὶν ἀναλημφθῆναί με ἀπὸ σοῦ· καὶ εἶπεν Ἐλισαιὲ γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ' ἐμέ. 10 καὶ εἶπεν Ἠλίου ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοί οὕτως· καὶ ἐὰν μή, οὐ μὴ γένηται.

11 καὶ ἐγένετο αὐτῶν πορευομένων ἐπορεύοντο καὶ ἐλάλουν, καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων, καὶ ἀνελήμφθη Ἠλίου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν. 12 καὶ Ἐλισαιὲ ἑώρα καὶ ἐβόα πάτερ πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ῥήγματα. 13 καὶ ὕψωσεν τὴν μηλωτὴν Ἠλίου, ἔπεσεν ἐπάνωθεν Ἐλισαιέ, καὶ ἐπέστρεψεν Ἐλισαιέ, καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου· 14 καὶ ἔλαβεν τὴν μηλωτὴν Ἠλίου, ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξεν τὸ ὕδωρ, καὶ οὐ διέστη· καὶ εἶπεν ποῦ θεὸς Ἠλίου ἀφφώ; καὶ ἐπάταξεν τὰ ὕδατα, καὶ διερράγησαν ἔνθα, καὶ ἔνθα καὶ διέβη Ἐλισαιέ.

Elisha Succeeds Elijah

15 καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἰεριχὼ ἐξ ἐναντίας καὶ εἶπον ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλίου ἐπὶ Ἐλισαιέ· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν. 16 καὶ εἶπον πρὸς αὐτόν ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μήποτε ἦρεν αὐτὸν πνεῦμα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ Ἰορδάνῃ ἐφ' ἓν τῶν ὀρέων ἐφ' ἕνα τῶν βουνῶν. καὶ εἶπεν Ἐλισαιὲ οὐκ ἀποστελεῖτε. 17 καὶ παρεβιάσαντο αὐτὸν ἕως ὅτου ᾐσχύνετο καὶ εἶπεν ἀποστείλατε. καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον αὐτόν· 18 καὶ ἀνέστρεψαν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν Ἰεριχώ, καὶ εἶπεν Ἐλισαιὲ οὐκ εἶπον πρὸς ὑμᾶς μὴ πορευθῆτε;

19 καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἐλισαιὲ ἰδοὺ κατοίκησις τῆς πόλεως ἀγαθή, καθὼς κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ καὶ γῆ ἀτεκνουμένη. 20 καὶ εἶπεν Ἐλισαιὲ λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον πρὸς αὐτόν. 21 καὶ ἐξῆλθεν Ἐλισαιὲ εἰς τὴν διέξοδον τῶν ὑδάτων καὶ ἔρριψεν ἐκεῖ ἅλα καὶ εἶπεν τάδε λέγει κύριος ἴαμαι τὰ ὕδατα ταῦτα, οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη. 22 καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ῥῆμα Ἐλισαιέ, ἐλάλησεν.

23 καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθήλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ ἀνάβαινε, φαλακρέ, ἀνάβαινε. 24 καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτὰ καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι κυρίου, καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἐξ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας. 25 καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον καὶ ἐκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν.