Chapter 1
Old Greek | Theodotion |
---|
6 καὶ ἦσαν ἐκ τοῦ γένους τῶν υἱῶν Ἰσραὴλ τῶν ἀπὸ τῆς Ἰουδαίας Δανιήλ, Ἀνανίας, Μισαήλ, Ἀζαρίας. | 6 καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν Ἰούδα, Δανιήλ, καὶ Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαήλ. |
8 καὶ ἐνεθυμήθη Δανιὴλ ἐν τῇ καρδίᾳ ὅπως μὴ ἀλισγηθῇ ἐν τῷ δείπνῳ τοῦ βασιλέως καὶ ἐν ᾧ πίνει οἴνῳ, καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ἵνα μὴ συμμολυνθῇ. | 8 καὶ ἔθετο Δανιὴλ ἐπὶ τὴν καρδίαν αὐτοῦ, ὡς οὐ μὴ ἀλισγηθῇ ἐν τῇ τραπέζῃ τοῦ βασιλέως, καὶ ἐν τῷ οἴνῳ τοῦ πότου αὐτοῦ· καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον, ὡς οὐ μὴ ἀλισγηθῇ. |
9 καὶ ἔδωκε κύριος τῷ Δανιὴλ τιμὴν καὶ χάριν ἐναντίον τοῦ ἀρχιευνούχου. | 9 καὶ ἔδωκεν ὁ θεὸς τὸν Δανιὴλ εἰς ἔλεον καὶ εἰς οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου. |
11 καὶ εἶπεν Δανιὴλ Ἀβιεσδρὶ τῷ ἀναδειχθέντι ἀρχιευνούχῳ ἐπὶ τὸν Δανιήλ, Ἀναμεήλ, Μισαήλ, Ἀζαρίαν | 11 καὶ εἶπεν Δανιὴλ πρὸς Ἀμελσάδ, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος ἐπὶ Δανιήλ, Ἀναμεήλ, Μισαήλ, Ἀζαρίαν, |
12 πείρασον δὴ τοὺς παῖδάς σου ἐφ' ἡμέρας δέκα, καὶ δοθήτω ἡμῖν ἀπὸ τῶν ὀσπρίων τῆς γῆς, ὥστε κάπτειν καὶ ὑδροποτεῖν· | 12 πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων, καὶ φαγόμεθα, καὶ ὕδωρ πιώμεθα, |
14 καὶ ἐχρήσατο αὐτοῖς τὸν τρόπον τοῦτον καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα. | 14 καὶ εἰσήκουσεν αὐτῶν καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα. |
19 καὶ ὡμίλησεν αὐτοῖς ὁ βασιλεύς, καὶ οὐχ εὑρέθη ἐν τοῖς σοφοῖς ὅμοιος τῷ Δανιὴλ καὶ Ἀνανίᾳ καὶ Μισαὴλ καὶ Ἀζαρίᾳ· καὶ ἦσαν παρὰ τῷ βασιλεῖ. | 19 καὶ ἐλάλησεν μετ' αὐτῶν ὁ βασιλεύς· καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι Δανιήλ, καὶ Ἀνανίᾳ, καὶ Μισαήλ, καὶ Ἀζαρίᾳ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως. |
21 καὶ ἦν Δανιὴλ ἕως τοῦ πρώτου ἔτους τῆς βασιλείας Κύρου βασιλέως Περσῶν. | 21 καὶ ἐγένετο Δανιὴλ ἕως ἔτους ἑνὸς Κύρου τοῦ βασιλέως. |