Chapter 10
| Old Greek | Theodotion |
|---|
| 2 ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας· | 2 ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν, |
| 4 καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ πρώτου, καὶ ἐγὼ ἤμην ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ τοῦ μεγάλου, ὅς ἐστι Τίγρης, | 4 ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, καὶ ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, αὐτός ἐστιν Ἐδδεκέλ. |
| 9 καὶ οὐκ ἤκουσα τὴν φωνὴν λαλιᾶς αὐτοῦ, ἐγὼ ἤμην πεπτωκὼς ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν. | 9 καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ· καὶ ἐν τῷ ἀκοῦσαί με αὐτοῦ, ἤμην κατανενυγμένος, καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν. |
| 10 καὶ ἰδοὺ χεῖρα προσήγαγέ μοι καὶ ἤγειρέ με ἐπὶ τῶν γονάτων ἐπὶ τὰ ἴχνη τῶν ποδῶν μου. | 10 καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου, καὶ ἤγειρέν με ἐπὶ τὰ γόνατά μου. |
| 11 καὶ εἶπέν μοι Δανιήλ, ἄνθρωπος ἐλεεινὸς εἶ· διανοήθητι τοῖς προστάγμασιν, οἷς ἐγὼ λαλῶ ἐπὶ σέ, καὶ στῆθι ἐπὶ τοῦ τόπου σου, ἄρτι γὰρ ἀπεστάλην ἐπὶ σέ. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ τὸ πρόσταγμα τοῦτο ἔστην τρέμων. | 11 καὶ εἶπεν πρός με, Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις οἷς ἐγὼ λαλῶ πρὸς σέ· καὶ στῆθι ἐπὶ τῇ στάσει σου ὅτι νῦν ἀπεστάλην πρὸς σέ καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρός με τὸν λόγον τοῦτον, ἀνέστην ἔντρομος. |
| 12 καὶ εἶπεν πρός με μὴ φοβοῦ, Δανιήλ· ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης, ἧς ἔδωκας τὸ πρόσωπόν σου διανοηθῆναι καὶ ταπεινωθῆναι ἐναντίον κυρίου τοῦ θεοῦ σου, εἰσηκούσθη τὸ ῥῆμά σου, καὶ ἐγὼ εἰσῆλθον ἐν τῷ ῥήματί σου. | 12 καὶ εἶπεν πρός με, μὴ φοβοῦ Δανιήλ, ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνιέναι, καὶ κακωθῆναι ἐναντίον τοῦ θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. |
| 14 καὶ εἶπέν μοι ἦλθον ὑποδεῖξαί σοί τί ὑπαντήσεται τῷ λαῷ σου ἐπ' ἐσχάτου τῶν ἡμερῶν, ἔτι γὰρ ὅρασις εἰς ἡμέρας. | 14 καὶ ἦλθον συνετίσαι σὲ ὅσα ἀπαντήσεται τῷ λαῷ σου ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἔτι ἡ ὅρασις εἰς ἡμέρας. |
| 15 καὶ ἐν τῷ αὐτὸν λαλῆσαι μετ' ἐμοῦ τὰ προστάγματα ταῦτα ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν καὶ ἐσιώπησα. | 15 καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ κατὰ τοὺς λόγους τούτους, ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ κατενύγην. |
| 16 καὶ ἰδοὺ ὡς ὁμοίωσις χειρὸς ἀνθρώπου ἥψατό μου τῶν χειλέων· καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἶπα τῷ ἑστηκότι ἀπέναντί μου κύριε, καὶ ὡς ὅρασις ἀπεστράφη ἐπὶ τὸ πλευρόν μου ἐπ' ἐμέ, καὶ οὐκ ἦν ἐν ἐμοὶ ἰσχύς· | 16 καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου· καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα, καὶ εἶπα πρὸς τὸν ἑστῶτα ἐναντίον ἐμοῦ, κύριε, ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐκ ἔσχον ἰσχύν. |
| 17 καὶ πῶς δυνήσεται ὁ παῖς λαλῆσαι μετὰ τοῦ κυρίου αὐτοῦ; καὶ ἐγὼ ἠσθένησα, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ ἰσχύς, καὶ πνεῦμα οὐ κατελείφθη ἐν ἐμοί. | 17 καὶ πῶς δυνήσεται ὁ παῖς σου κύριε λαλῆσαι μετὰ τοῦ κυρίου μου τούτου; καὶ ἐγώ, ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί. |
| 18 καὶ προσέθηκε καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου καὶ κατίσχυσέ με | 18 καὶ προσέθετο, καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, καὶ ἐνίσχυσέν με, |
| 19 καὶ εἶπέ μοι ἄνθρωπος ἐλεεινὸς εἶ, μὴ φοβοῦ, ὑγίαινε· ἀνδρίζου καὶ ἴσχυε. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ ἴσχυσα καὶ εἶπα λαλησάτω ὁ κύριός μου, ὅτι ἐνίσχυσέ με. | 19 καὶ εἶπέν μοι, μὴ φοβοῦ ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι· ἀνδρίζου καὶ ἴσχυε· καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ, ἴσχυσα, καὶ εἶπα, λαλείτω ὁ κύριός μου, ὅτι ἐνίσχυσάς με. |
| 21 καὶ μάλα ὑποδείξω σοί τὰ πρῶτα ἐν ἀπογραφῇ ἀληθείας, καὶ οὐθεὶς ἦν ὁ βοηθῶν μετ' ἐμοῦ ὑπὲρ τούτων ἀλλ' ἢ Μιχαὴλ ὁ ἄγγελος· | 21 ἀλλ' ἢ ἀναγγελῶ σοί τὸ ἐντεταγμένον ἐν γραφῇ ἀληθείας, καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ' ἐμοῦ περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν. |
