Chapter 11
| Old Greek | Theodotion |
|---|
| 1 καὶ ἐν τῷ ἐνιαυτῷ τῷ πρώτῳ Κύρου τοῦ βασιλέως εἶπέν μοι ἐνισχῦσαι καὶ ἀνδρίζεσθαι. | 1 καὶ ἐγὼ ἐν ἔτει πρώτῳ Κύρου ἔστην εἰς κράτος καὶ ἰσχύν. |
| 3 καὶ στήσεται βασιλεὺς δυνατὸς καὶ κυριεύσει κυριείας πολλῆς καὶ ποιήσει καθὼς ἄν βούληται. | 3 καὶ ἀναστήσεται βασιλεὺς δυνατός, καὶ κυριεύσει κυριείας πολλῆς, καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ. |
| 9 καὶ εἰσελεύσεται εἰς βασιλείαν Αἰγύπτου ἡμέρας· καὶ ἐπιστρέψει ἐπὶ τὴν γῆν αὐτοῦ | 9 καὶ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ νότου, καὶ ἀναστρέψει εἰς τὴν γῆν αὐτοῦ. |
| 12 καὶ λήψεται τὴν συναγωγήν, καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ, καὶ ταράξει πολλοὺς καὶ οὐ μὴ φοβηθῇ. | 12 καὶ λήμψεται τὸν ὄχλον, καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ, καὶ καταβαλεῖ μυριάδας, καὶ οὐ κατισχύσει. |
| 22 καὶ τοὺς βραχίονας τοὺς συντριβέντας συντρίψει ἀπὸ προσώπου αὐτοῦ | 22 καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτοῦ, καὶ συντριβήσονται, καὶ ἡγούμενος διαθήκης. |
| 29 εἰς καιρόν. καὶ εἰσελεύσεται εἰς Αἴγυπτον, καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ἡ ἐσχάτη. | 29 εἰς τὸν καιρὸν ἐπιστρέψει, καὶ ἥξει ἐν τῷ νότῳ, καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ὡς ἡ ἐσχάτη. |
| 41 καὶ ἐπελεύσεται εἰς τὴν χώραν μου, | 41 καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ Σαβί, καὶ πολλοὶ ἀσθενήσουσιν· καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ, Ἐδώμ, καὶ Μωάβ, καὶ ἀρχὴ υἱῶν Ἀμμών. |
| 42 καὶ ἐν χώρᾳ Αἰγύπτου οὐκ ἔσται ἐν αὐτῇ διασῳζόμενος. | 42 καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν. |
| 45 καὶ στήσει αὐτοῦ τὴν σκηνὴν τότε ἀνὰ μέσον τῶν θαλασσῶν καὶ τοῦ ὄρους τῆς θελήσεως τοῦ ἁγίου· καὶ ἥξει ὥρα τῆς συντελείας αὐτοῦ, καὶ οὐκ ἔσται ὁ βοηθῶν αὐτῷ. | 45 καὶ πήξει τὴν σκηνὴν αὐτοῦ ἐφαδανῶ, ἀνὰ μέσον τῶν θαλασσῶν εἰς ὄρος Σαβὶ ἅγιον, καὶ ἥξει ἕως μέρους αὐτοῦ, καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν. |
