Chapter 12
| Old Greek | Theodotion |
|---|
| 1 καὶ κατὰ τὴν ὥραν ἐκείνην παρελεύσεται Μιχαὴλ ὁ ἄγγελος ὁ μέγας ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου· ἐκείνη ἡ ἡμέρα θλίψεως, οἵα οὐκ ἐγενήθη ἀφ' οὗ ἐγενήθησαν ἕως τῆς ἡμέρας ἐκείνης· καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑψωθήσεται πᾶς ὁ λαός, ὃς ἄν εὑρεθῇ ἐγγεγραμμένος ἐν τῷ βιβλίῳ. | 1 καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ ἄρχων ὁ μέγας, ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου· καὶ ἔσται καιρὸς θλίψεως, θλῖψις οἵα οὐ γέγονεν ἀφ' οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς, ἕως τοῦ καιροῦ ἐκείνου· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῇ βίβλῳ. |
| 8 καὶ ἐγὼ ἤκουσα καὶ οὐ διενοήθην παρ' αὐτὸν τὸν καιρὸν καὶ εἶπα κύριε, τίς ἡ λύσις τοῦ λόγου τούτου, καὶ τίνος αἱ παραβολαὶ αὗται; | 8 καὶ ἐγὼ ἤκουσα καὶ οὐ συνῆκα· καὶ εἶπα, κύριε, τί τὰ ἔσχατα τούτων; |
| 9 καὶ εἶπέν μοι ἀπότρεχε, Δανιήλ, ὅτι κατακεκαλυμμένα καὶ ἐσφραγισμένα τὰ προστάγματα, ἕως ἄν | 9 καὶ εἶπεν δεῦρο Δανιήλ, ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι ἕως καιροῦ πέρας. |
| 12 μακάριος ὁ ἐμμένων καὶ συνάξει εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε. | 12 μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε. |
