top Odes ch 11

Chapter 11

Προσευχὴ Ἐζεκίου. Prayer of Hezekiah
(Isa 38:10-20)
10 Ἐγὼ εἶπα ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι ἐν πύλαις ᾅδου, καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα. 10 I said at the height of my days, in the gates of Hades, I shall leave behind my remaining years.
11 εἶπα οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς, οὐ μὴ ἴδω ἄνθρωπον μετὰ κατοικούντων. 11 I said, No longer shall I see the salvation of God living on the land; no longer shall I see the salvation of Israēl on the land;
12 ἐξέλιπον ἐκ τῆς συγγενείας μου, κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου· ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπ' ἐμοῦ ὥσπερ καταλύων σκηνὴν πήξας· τὸ πνεῦμά μου παρ' ἐμοὶ ἐγένετο ὡς ἱστός, ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν. 12 I parted from my relatives. I have left behind the rest of my life; it has gone out and departed from me like the one who has camped a tent takes it down; my spirit in me became like the web of a weaver who approaches to cut it off.
13 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωῒ ὡς λέοντι· οὕτως συνέτριψεν πάντα τὰ ὀστᾶ μου· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην. 13 In that day I was given over as to a lion until morning; thus he broke my bones, for I was given over from day to night.
14 ὡς χελιδών, οὕτω φωνήσω, καὶ ὡς περιστερά, οὕτω μελετήσω· ἐξέλιπον γὰρ οἱ ὀφθαλμοί μου τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον, 14 So I will cry out like a swallow; so I will moan like a dove. For my eyes have failed from looking to the height of the sky, toward the Lord,
15 ὃς ἐξείλατό με καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς. 15 who rescued me, and to remove the pain of my soul.
16 κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοὶ, καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα· 16 Oh Lord, it was told to you concerning it, and you awakened my breath, and after I was comforted, I came to life.
17 εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου. 17 For you chose my soul in order that it may not be destroyed, and you flung all my sins behind.
18 οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσίν σὲ, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σὲ, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου· 18 For those who are in Hades won't praise you, nor will the dead bless you, nor will those who are in Hades hope for your mercy.
19 οἱ ζῶντες εὐλογήσουσίν σὲ, ὃν τρόπον κἀγώ. ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου, κύριε τῆς σωτηρίας μου, 19 The living will praise you, as I also do for from today I will produce children who will declare your righteousness, Oh Lord of my salvation.
20 καὶ οὐ παύσομαι εὐλογῶν σὲ μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ. 20 And I won't cease praising you with a psaltery all the days of my life, before the house of God.