Greek: Septuagint (LXX)
English: John Barach
English: John Barach
Chapter 15
Abram Promised a Son
| 1 μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα κυρίου πρὸς Ἅβραμ ἐν ὁράματι λέγων, μὴ φοβοῦ, Ἅβραμ· ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα. 2 λέγει δὲ Ἅβραμ, δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασὲκ1 τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ. 3 καὶ εἶπεν Ἅβραμ, ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με. 4 καὶ εὐθὺς φωνὴ κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων, οὐ κληρονομήσει σὲ οὗτος, ἀλλ' ὃς ἐξελεύσεται ἐκ σου οὗτος κληρονομήσει σε. 5 ἐξήγαγεν δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ, ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν, οὕτως ἔσται τὸ σπέρμα σου. 6 καὶ ἐπίστευσεν Ἅβραμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. | 1 And after these words, the word of the Lord came to Abram in a vision, saying, "Do not fear, Abram; I shield you; your reward shall be exceedingly great." 2 And Abram said, "Master, what will You give me? I am departing childless; and the son of Masek my home-born female servant, this is Damascus Eliezer." 3 And Abram said, "Since You have not given me seed, behold, my home-born servant shall be my heir." 4 And immediately the voice of the Lord came to him, saying, "This man shall not be your heir, but he who shall come out of you, he shall be your heir." 5 And He led him outside and said to him, "Look up now at the heaven and count the stars, if you are able to number them." And He said, "So shall your seed be." 6 And Abram believed God, and it was reckoned to him as righteousness. |
| 7 εἶπεν δὲ πρὸς αὐτόν, ἐγὼ ὁ θεὸς ὁ ἐξαγαγών σὲ ἐκ χώρας Χαλδαίων ὥστε δοῦναί σοί τὴν γῆν ταύτην κληρονομῆσαι. 8 εἶπεν δέ, δέσποτα κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν; 9 εἶπεν δὲ αὐτῷ, λαβέ μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν. 10 ἔλαβεν δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις, τὰ δὲ ὄρνεα οὐ διεῖλεν. 11 κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, τὰ διχοτομήματα αὐτῶν, καὶ συνεκάθισεν2 αὐτοῖς Ἅβραμ. | 7 And He said to him, "I am the God who led you out from the country of the Chaldeans, so as to give you this land to inherit." 8 And he said, "Master Lord, by what shall I know that I will inherit it?" 9 And He said to him, "Take for Me a three-year-old heifer, and a three-year-old female goat, and a three-year-old ram, and a turtledove, and a pigeon." 10 And he took all these for Him and divided them in the middle and placed them opposite one another; but the birds he did not divide. 11 And birds (of prey) came down upon the bodies, upon the divided parts of them, and Abram sat down with them (to drive them away). |
| 12 περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Ἅβραμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ. 13 καὶ ἐρρέθη πρὸς Ἅβραμ, γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη. 14 τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσιν, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. 15 σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ' εἰρήνης, ταφεὶς ἐν γήρει καλῷ. 16 τετάρτη δὲ γενεὰ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων ἕως τοῦ νῦν. | 12 And about the sinking of the sun, an ecstasy (deep sleep) fell upon Abram, and behold, a great dark fear falls upon him. 13 And it was said to Abram, "Knowing, you shall know that your seed shall be a sojourner in a land not their own, and they shall enslave them and mistreat them and humble them for four hundred years. 14 But the nation whom they shall serve, I will judge; and after these things they shall come out here with much property. 15 But you shall go to your fathers in peace, buried in a good old age. 16 And in the fourth generation they shall return here; for the sins of the Amorites are not yet filled up until now." |
| 17 ἐπεὶ δὲ ἐγίνετο ὁ ἥλιος πρὸς δυσμαῖς, φλὸξ ἐγένετο, καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων. 18 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο κύριος τῷ Ἅβραμ διαθήκην λέγων, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, 19 τοὺς Καιναίους καὶ τοὺς Κενεζαίους καὶ τοὺς Κεδμωναίους 20 καὶ τοὺς Χετταίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς Ῥαφαῒν4 21 καὶ τοὺς Ἀμορραίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Εὐαίους5 καὶ τοὺς Γεργεσαίους καὶ τοὺς Ἰεβουσαίους. | 17 And when the sun was at the setting, there was a flame, and behold, a smoking furnace and lamps of fire, which passed between these divided parts. 18 On that day the Lord made a covenant with Abram, saying, "To your seed I will give this land, from the river of Egypt as far as the great river, the river Euphrates: 19 the Kenites, and the Kenezites, and the Kedmonites, 20 and the Hittites, and the Perizzites, and the Raphaim, 21 and the Amorites, and the Canaanites, and the Evaites, and the Girgashites, and the Jebusites. |

