Greek: Septuagint (LXX)
English: John Barach
English: John Barach
Chapter 22
Isaac on Altar
| 1 καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα ὁ θεὸς ἐπείραζεν τὸν Ἁβραὰμ καὶ εἶπεν πρὸς αὐτόν Ἁβραάμ, Ἁβραάμ· ὁ δὲ εἶπεν, ἰδοὺ ἐγώ. 2 καὶ εἶπεν, λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ' ἓν τῶν ὀρέων, ὧν ἄν σοί εἴπω. 3 ἀναστὰς δὲ Ἁβραὰμ τὸ πρωῒ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ· παρέλαβεν δὲ μεθ' ἑαυτοῦ δύο παῖδας καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν ἀναστὰς ἐπορεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ θεός. 4 τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς εἶδεν τὸν τόπον μακρόθεν. 5 καὶ εἶπεν Ἁβραὰμ τοῖς παισὶν αὐτοῦ, καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψωμεν πρὸς ὑμᾶς. | 1 And it happened after these things that God tested Abraham and said to him, "Abraham, Abraham!" And he said, "Behold, here I am." 2 And He said, "Take your son, the beloved one whom you have loved, Isaac, and go into the high land, and offer him there for a whole-burnt offering upon one of the mountains which I shall tell you." 3 And Abraham rose early in the morning and saddled his donkey; and he took with him two servants and Isaac his son; and having split wood for a whole-burnt offering, he rose and went, and came to the place which God had told him. 4 On the third day, Abraham, looking up with his eyes, saw the place from afar. 5 And Abraham said to his servants, "Sit here with the donkey, and I and the lad will go as far as there; and having worshipped, we will return to you." |
| 6 ἔλαβεν δὲ Ἁβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβεν δὲ καὶ τὸ πῦρ μετὰ χεῖρα καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. 7 εἶπεν δὲ Ἰσαὰκ πρὸς Ἁβραὰμ τὸν πατέρα αὐτοῦ εἴπας, πάτερ. ὁ δὲ εἶπεν, τί ἐστιν, τέκνον; λέγων, ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστιν τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; 8 εἶπεν δὲ Ἁβραάμ, ὁ θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. πορευθέντες δὲ ἀμφότεροι ἅμα | 6 And Abraham took the wood of the whole-burnt offering and laid it upon Isaac his son; and he took the fire in his hand and the knife, and the two went together. 7 And Isaac spoke to Abraham his father, saying, "Father." And he said, "What is it, child?" And he said, "Behold the fire and the wood; where is the sheep for the whole-burnt offering?" 8 And Abraham said, "God will provide for Himself a sheep for a whole-burnt offering, child." And the two went together. |
| 9 ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ θεός. καὶ ᾠκοδόμησεν ἐκεῖ Ἁβραὰμ θυσιαστήριον καὶ ἐπέθηκεν τὰ ξύλα καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων. 10 καὶ ἐξέτεινεν Ἁβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ. 11 καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῷ, Ἁβραάμ, Ἁβραάμ. ὁ δὲ εἶπεν, ἰδοὺ ἐγώ. 12 καὶ εἶπεν, μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν θεὸν σὺ καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. 13 καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ σαβεκ1 τῶν κεράτων· καὶ ἐπορεύθη Ἁβραὰμ καὶ ἔλαβεν τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ. | 9 And they came to the place which God had told him; and Abraham built an altar there and laid the wood in order; and having bound Isaac his son, he laid him upon the altar on top of the wood. 10 And Abraham stretched out his hand to take the knife to slay his son. 11 And an angel of the Lord called to him from heaven and said, "Abraham, Abraham!" And he said, "Behold, here I am." 12 And he said, "Do not lay your hand upon the lad, nor do anything to him; for now I know that you fear God, and you have not spared your beloved son for My sake." 13 And Abraham, looking up with his eyes, saw, and behold, a single ram caught in a sabek plant by its horns; and Abraham went and took the ram and offered him for a whole-burnt offering instead of Isaac his son. |
| 14 καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου κύριος εἶδεν, ἵνα εἴπωσιν σήμερον, ἐν τῷ ὄρει κύριος ὤφθη. 15 καὶ ἐκάλεσεν ἄγγελος κυρίου τὸν Ἁβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ 16 λέγων, κατ' ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. 17 ἦ μὴν εὐλογῶν εὐλογήσω σὲ καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων. 18 καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ' ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς. 19 ἀπεστράφη δὲ Ἁβραὰμ πρὸς τοὺς παῖδας αὐτοῦ, καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. καὶ κατῴκησεν Ἁβραὰμ ἐπὶ τῷ φρέατι τοῦ ὅρκου. | 14 And Abraham called the name of that place, "The Lord has seen," so that they say today, "In the mountain the Lord was seen." 15 And an angel of the Lord called Abraham a second time from heaven, 16 saying, "By Myself I have sworn, says the Lord, because you have done this thing and have not spared your beloved son for My sake, 17 surely blessing I will bless you, and multiplying I will multiply your seed as the stars of the heaven and as the sand on the shore of the sea; and your seed shall inherit the cities of their adversaries. 18 And in your seed all the nations of the earth shall be blessed, because you have obeyed My voice." 19 And Abraham returned to his servants, and they rose and went together to the Well of the Oath (Beersheba). And Abraham dwelt at the Well of the Oath. |
| 20 ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀνηγγέλη τῷ Ἁβραὰμ λέγοντες, ἰδοὺ τέτοκεν Μελχὰ καὶ αὐτὴ υἱοὺς Ναχὼρ τῷ ἀδελφῷ σου, 21 τὸν Ὤξ2 πρωτότοκον καὶ τὸν Βαὺξ ἀδελφὸν αὐτοῦ καὶ τὸν Καμουὴλ πατέρα Σύρων3 22 καὶ τὸν Χασὰδ καὶ τὸν Ἀζαῦ καὶ τὸν Φαλδάς4 καὶ τὸν Ἰεδλὰφ καὶ τὸν Βαθουήλ· 23 καὶ Βαθουὴλ ἐγέννησεν τὴν Ῥεβέκκαν. ὀκτὼ οὗτοι υἱοί οὓς ἔτεκεν Μελχὰ τῷ Ναχὼρ τῷ ἀδελφῷ Ἁβραάμ. 24 καὶ ἡ παλλακὴ αὐτοῦ, ᾗ ὄνομα Ῥεήμα,5 ἔτεκεν καὶ αὐτὴ τὸν Ταβὲκ καὶ τὸν Γαάμ6 καὶ τὸν Τοχὸς καὶ τὸν Μωχά.7 | 20 And it happened after these things that it was announced to Abraham, saying, "Behold, Melcha herself has also borne sons to Nahor your brother: 21 Uz the firstborn, and Buz his brother, and Kamuel the father of the Syrians, 22 and Chasard, and Azau, and Phaldas, and Jedlaph, and Bethuel." 23 And Bethuel fathered Rebecca. These eight sons Melcha bore to Nahor, the brother of Abraham. 24 And his concubine, whose name was Reuma, she also bore Tabek, and Gaam, and Tochos, and Mocha. |

