Chapter 23
David Delivers Keilah
1 καὶ ἀπηγγέλη τῷ Δαυὶδ λέγοντες ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κεϊλά, καὶ αὐτοὶ διαρπάζουσιν, καταπατοῦσιν τοὺς ἅλω. 2 καὶ ἐπηρώτησεν Δαυὶδ διὰ τοῦ κυρίου λέγων εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους; καὶ εἶπεν κύριος πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κεϊλά. 3 καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυὶδ πρὸς αὐτόν ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ Ἰουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κεϊλά; εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα. 4 καὶ προσέθετο Δαυὶδ ἐρωτῆσαι ἔτι διὰ τοῦ κυρίου, καὶ ἀπεκρίθη αὐτῷ κύριος καὶ εἶπεν πρὸς αὐτόν ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλά, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου. 5 καὶ ἐπορεύθη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ εἰς Κεϊλὰ καὶ ἐπολέμησεν ἐν τοῖς ἀλλοφύλοις, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγεν τὰ κτήνη αὐτῶν καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔσωσεν Δαυὶδ τοὺς κατοικοῦντας Κεϊλά. 6 καὶ ἐγένετο ἐν τῷ φυγεῖν Ἀβιαθὰρ υἱὸν Ἀβιμέλεχ πρὸς Δαυὶδ καὶ αὐτὸς μετὰ Δαυὶδ εἰς Κεϊλὰ κατέβη ἔχων ἐφοὺδ ἐν τῇ χειρὶ αὐτοῦ.
7 καὶ ἀπηγγέλη τῷ Σαοὺλ ὅτι ἥκει Δαυὶδ εἰς Κεϊλά, καὶ εἶπεν Σαοὺλ πέπρακεν αὐτὸν ὁ θεὸς εἰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν. 8 καὶ παρήγγειλεν Σαοὺλ παντὶ τῷ λαῷ εἰς πόλεμον καταβαίνειν εἰς Κεϊλὰ συνέχειν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ. 9 καὶ ἔγνω Δαυὶδ ὅτι οὐ παρασιωπᾷ Σαοὺλ περὶ αὐτοῦ τὴν κακίαν, καὶ εἶπεν Δαυὶδ πρὸς Ἀβιαθὰρ τὸν ἱερέα προσάγαγε τὸ ἐφοὺδ κυρίου. 10 καὶ εἶπεν Δαυὶδ κύριε ὁ θεὸς Ἰσραήλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαοὺλ ἐλθεῖν ἐπὶ Κεϊλὰ διαφθεῖραι τὴν πόλιν δι' ἐμέ. 11 εἰ ἀποκλεισθήσεται; καὶ νῦν εἰ καταβήσεται Σαούλ, καθὼς ἤκουσεν ὁ δοῦλός σου; κύριε ὁ θεὸς Ἰσραήλ, ἀπάγγειλον τῷ δούλῳ σου. καὶ εἶπεν κύριος ἀποκλεισθήσεται.
12 13 καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κεϊλὰ καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύθησαν· καὶ τῷ Σαοὺλ ἀπηγγέλη ὅτι διασέσωται Δαυὶδ ἐκ Κεϊλά, καὶ ἀνῆκεν τοῦ ἐξελθεῖν. 14 καὶ ἐκάθισεν Δαυὶδ ἐν τῇ ἐρήμῳ ἐν Μασερὲμ ἐν τοῖς στενοῖς καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζὶφ ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαοὺλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν κύριος εἰς τὰς χεῖρας αὐτοῦ.
Saul Pursues David
15 καὶ εἶδεν Δαυὶδ ὅτι ἐξέρχεται Σαοὺλ τοῦ ζητεῖν τὸν Δαυίδ· καὶ Δαυὶδ ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζίφ.
16 καὶ ἀνέστη Ἰωνάθαν υἱὸς Σαοὺλ καὶ ἐπορεύθη πρὸς Δαυὶδ εἰς Καινὴν καὶ ἐκραταίωσεν τὰς χεῖρας αὐτοῦ ἐν κυρίῳ. 17 καὶ εἶπεν πρὸς αὐτόν μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σὲ ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ἰσραήλ, καὶ ἐγὼ ἔσομαί σοί εἰς δεύτερον· καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως. 18 καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον κυρίου. καὶ ἐκάθητο Δαυὶδ ἐν Καινῇ, καὶ Ἰωνάθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ.
19 καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν λέγοντες οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρ' ἡμῖν ἐν Μεσσαρὰ ἐν τοῖς στενοῖς ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ Ἐχελὰ τοῦ ἐκ δεξιῶν τοῦ Ἰεσσαιμούν; 20 καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς τὰς χεῖρας τοῦ βασιλέως. 21 καὶ εἶπεν αὐτοῖς Σαοὺλ εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ· 22 πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνῶτε τὸν τόπον αὐτοῦ, οὗ ἔσται ὁ ποὺς αὐτοῦ, ἐν τάχει ἐκεῖ οὗ εἴπατε, μήποτε πανουργεύσηται· 23 καὶ ἴδετε καὶ γνῶτε, καὶ πορευσόμεθα μεθ' ὑμῶν, καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν Ἰούδα.
24 καὶ ἀνέστησαν οἱ Ζιφαῖοι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαούλ· καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μαὰν καθ' ἑσπέραν ἐκ δεξιῶν τοῦ Ἰεσσαιμούν.
25 καὶ ἐπορεύθη Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν· καὶ ἀπήγγειλαν τῷ Δαυίδ, καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μαάν· καὶ ἤκουσεν Σαοὺλ καὶ κατεδίωξεν ὀπίσω Δαυὶδ εἰς τὴν ἔρημον Μαάν. 26 καὶ πορεύονται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου, καὶ ἦν Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἦν Δαυὶδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ, καὶ Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς.
27 καὶ ἄγγελος πρὸς Σαοὺλ ἦλθεν λέγων σπεῦδε καὶ δεῦρο, ὅτι ἐπέθεντο οἱ ἀλλόφυλοι ἐπὶ τὴν γῆν. 28 καὶ ἀνέστρεψεν Σαοὺλ μὴ καταδιώκειν ὀπίσω Δαυὶδ καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων· διὰ τοῦτο ἐπεκλήθη ὁ τόπος ἐκεῖνος Πέτρα ἡ μερισθεῖσα.