top 2 Samuel ch 10

Chapter 10

Ammon and Aram Defeated

1 καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέθανεν βασιλεὺς υἱῶν Ἀμμών, καὶ ἐβασίλευσεν Ἀννὼν υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ. 2 καὶ εἶπεν Δαυὶδ ποιήσω ἔλεος μετὰ Ἀννὼν υἱοῦ Ναάς, ὃν τρόπον ἐποίησεν πατὴρ αὐτοῦ μετ' ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν Δαυὶδ παρακαλέσαι αὐτὸν ἐν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ παρεγένοντο οἱ παῖδες Δαυὶδ εἰς τὴν γῆν υἱῶν Ἀμμών. 3 καὶ εἶπον οἱ ἄρχοντες υἱῶν Ἀμμὼν πρὸς Ἀννὼν τὸν κύριον αὐτῶν μὴ παρὰ τὸ δοξάζειν Δαυὶδ τὸν πατέρα σου ἐνώπιόν σου, ὅτι ἀπέστειλέν σοί παρακαλοῦντας; ἀλλ' οὐχὶ ὅπως ἐρευνήσωσιν τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ τοῦ κατασκέψασθαι αὐτὴν ἀπέστειλεν Δαυὶδ τοὺς παῖδας αὐτοῦ πρὸς σέ; 4 καὶ ἔλαβεν Ἀννὼν τοὺς παῖδας Δαυὶδ καὶ ἐξύρησεν τοὺς πώγωνας αὐτῶν καὶ ἀπέκοψεν τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν καὶ ἐξαπέστειλεν αὐτούς.

5 καὶ ἀνήγγειλαν τῷ Δαυὶδ ὑπὲρ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτῶν, ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα· καὶ εἶπεν βασιλεύς καθίσατε ἐν Ἰεριχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἐπιστραφήσεσθε. 6 καὶ εἶδαν οἱ υἱοὶ Ἀμμὼν ὅτι κατῃσχύνθησαν λαὸς Δαυίδ, καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν καὶ ἐμισθώσαντο τὴν Συρίαν Βαιθροώβ, εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Μααχά, χιλίους ἄνδρας, καὶ Ἰστώβ, δώδεκα χιλιάδας ἀνδρῶν.

7 καὶ ἤκουσεν Δαυὶδ καὶ ἀπέστειλεν τὸν Ἰωὰβ καὶ πᾶσαν τὴν δύναμιν, τοὺς δυνατούς. 8 καὶ ἐξῆλθαν οἱ υἱοὶ Ἀμμὼν καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης, καὶ Συρία Σουβὰ καὶ Ῥοὼβ καὶ Ἰστὼβ καὶ Μααχὰ μόνοι ἐν ἀγρῷ. 9 καὶ εἶδεν Ἰωὰβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου, ἐκ τοῦ κατὰ πρόσωπον ἐξ ἐναντίας καὶ ἐκ τοῦ ὄπισθεν, καὶ ἐπέλεξεν ἐκ πάντων τῶν νεανίσκων Ἰσραήλ, καὶ παρετάξαντο ἐξ ἐναντίας Συρίας. 10 καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβεσσὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν Ἀμμών. 11 καὶ εἶπεν ἐὰν κραταιωθῇ Συρία ὑπὲρ ἐμέ, καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν, καὶ ἐὰν υἱοὶ Ἀμμὼν κραταιωθῶσιν ὑπὲρ σέ, καὶ ἐσόμεθα τοῦ σῶσαί σε· 12 ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν, καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν καὶ κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.

13 καὶ προσῆλθεν Ἰωὰβ καὶ λαὸς αὐτοῦ μετ' αὐτοῦ εἰς πόλεμον πρὸς Συρίαν, καὶ ἔφυγαν ἀπὸ προσώπου αὐτοῦ. 14 καὶ οἱ υἱοὶ Ἀμμὼν εἶδαν ὅτι ἔφυγεν Συρία, καὶ ἔφυγαν ἀπὸ προσώπου Ἀβεσσὰ καὶ εἰσῆλθαν εἰς τὴν πόλιν. καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τῶν υἱῶν Ἀμμὼν καὶ παρεγένοντο εἰς Ἱερουσαλήμ.

15 καὶ εἶδεν Συρία ὅτι ἔπταισεν ἔμπροσθεν Ἰσραήλ, καὶ συνήχθησαν ἐπὶ1 τὸ αὐτό. 16 καὶ ἀπέστειλεν Ἀδρααζὰρ καὶ συνήγαγεν τὴν Συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Χαλαμάκ, καὶ παρεγένοντο Αἰλάμ, καὶ Σωβὰκ ἄρχων τῆς δυνάμεως Ἀδρααζὰρ ἔμπροσθεν αὐτῶν.

17 καὶ ἀνηγγέλη τῷ Δαυίδ, καὶ συνήγαγεν τὸν πάντα Ἰσραὴλ καὶ διέβη τὸν Ἰορδάνην καὶ παρεγένοντο εἰς Αἰλάμ· καὶ παρετάξατο Συρία ἀπέναντι Δαυὶδ καὶ ἐπολέμησαν μετ' αὐτοῦ. 18 καὶ ἔφυγεν Συρία ἀπὸ προσώπου Ἰσραήλ, καὶ ἀνεῖλεν Δαυὶδ ἐκ τῆς Συρίας ἑπτακόσια ἅρματα καὶ τεσσαράκοντα χιλιάδας ἱππέων· καὶ τὸν Σωβὰκ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξεν, καὶ ἀπέθανεν ἐκεῖ. 19 καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι Ἀδρααζὰρ ὅτι ἔπταισαν ἔμπροσθεν Ἰσραήλ, καὶ ηὐτομόλησαν μετὰ Ἰσραὴλ καὶ ἐδούλευσαν αὐτοῖς. καὶ ἐφοβήθη Συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς Ἀμμών.