Chapter 15
Judgment on Moab
1 τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβίτιδος. νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος.
2 λυπεῖσθε ἐφ' ἑαυτοῖς, ἀπολεῖται γὰρ καὶ Δηβών· οὗ ὁ βωμὸς ὑμῶν, ἐκεῖ ἀναβήσεσθε κλαίειν· ἐπὶ Ναβαὺ τῆς Μωαβίτιδος ὀλολύζετε ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι· 3 ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους καὶ κόπτεσθε, ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ. 4 ὅτι κέκραγεν Ἐσεβὼν καὶ Ἐλεαλή, ἕως Ἰασσὰ ἠκούσθη ἡ φωνὴ αὐτῶν· διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται. 5 ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν αὐτῇ ἕως Σηγώρ, δάμαλις γάρ ἐστιν τριετής· ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς Λουὶθ πρὸς σὲ κλαίοντες ἀναβήσονται, τῇ ὁδῷ Ἀρωνιὶμ βοᾷ σύντριμμα καὶ σεισμός. 6 τὸ ὕδωρ τῆς Νεμρὶμ ἔρημον ἔσται, καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται. 7 μὴ καὶ οὕτως μέλλει σωθῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας, καὶ λήμψονται αὐτήν. 8 συνῆψεν γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς Ἀγαλλίμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αἰλίμ. 9 τὸ δὲ ὕδωρ τὸ Ῥεμμὼν πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Ῥεμμὼν Ἄραβας καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ καὶ Ἀριὴλ καὶ τὸ κατάλοιπον Ἀδαμά.