Chapter 42
Job's Confession
1 Ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ κυρίῳ 2 Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοί οὐθέν. 3 τίς γάρ ἐστιν ὁ κρύπτων σὲ βουλήν; φειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν; τίς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἠπιστάμην;
4 ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. 5 ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑόρακέν σε· 6 διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην, ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.
God Displeased with Job's Friends
7 Ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ἰὼβ εἶπεν ὁ κύριος Ἑλιφὰς τῷ Θαιμανίτῃ Ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου· οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν ὥσπερ ὁ θεράπων μου Ἰώβ. 8 νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ἰώβ, καὶ ποιήσει κάρπωσιν περὶ ὑμῶν· Ἰὼβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήμψομαι· εἰ μὴ γὰρ δι' αὐτόν, ἀπώλεσα ἄν ὑμᾶς· οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ἰώβ.
9 ἐπορεύθη δὲ Ἑλιφὰς ὁ Θαιμανίτης καὶ Βαλδὰδ ὁ Σαυχίτης καὶ Σωφὰρ ὁ Μιναῖος καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ κύριος, καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ἰώβ.
God Restores Job's Fortunes
10 ὁ δὲ κύριος ηὔξησεν τὸν Ἰώβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν· ἔδωκεν δὲ ὁ κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ἰὼβ εἰς διπλασιασμόν. 11 ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ καὶ ἦλθον πρὸς αὐτὸν καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου· φαγόντες δὲ καὶ πιόντες παρ' αὐτῷ παρεκάλεσαν αὐτόν, καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν, οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος· ἔδωκεν δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν ἄσημον.
12 ὁ δὲ κύριος εὐλόγησεν τὰ ἔσχατα Ἰὼβ ἢ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι. 13 γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς· 14 καὶ ἐκάλεσεν τὴν μὲν πρώτην Ἡμέραν, τὴν δὲ δευτέραν Κασίαν, τὴν δὲ τρίτην Ἀμαλθείας κέρας· 15 καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ἰὼβ βελτίους αὐτῶν ἐν τῇ ὑπ' οὐρανόν· ἔδωκεν δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς.
16 ἔζησεν δὲ Ἰὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔζησεν ἔτη διακόσια τεσσαράκοντα ὀκτώ· καὶ εἶδεν Ἰὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ τετάρτην γενεάν· 17 καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν.
17a γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ' ὧν ὁ κύριος ἀνίστησιν. 17b Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς Ἰδουμαίας καὶ Ἀραβίας, προϋπῆρχεν δὲ αὐτῷ ὄνομα Ἰωβάβ· 17c λαβὼν δὲ γυναῖκα Ἀράβισσαν γεννᾷ υἱόν, ᾧ ὄνομα Ἐννών, ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρέ, τῶν Ἡσαῦ υἱῶν υἱός, μητρὸς δὲ Βοσόρρας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἁβραάμ. 17d καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδώμ, ἧς καὶ αὐτὸς ἦρξεν χώρας· πρῶτος Βαλὰκ ὁ τοῦ Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά· μετὰ δὲ Βαλὰκ Ἰωβὰβ ὁ καλούμενος Ἰώβ· μετὰ δὲ τοῦτον Ἀσὸμ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας· μετὰ δὲ τοῦτον Ἀδὰδ υἱὸς Βαρὰδ ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ. 17e οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι· Ἑλιφὰς τῶν Ἡσαῦ υἱῶν Θαιμανὼν βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων βασιλεύς.