Psalm 39 (40)
Εἰς τὸ τέλος, τῷ Δαυὶδ ψαλμός.
1 [MT=40:1] Ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι, καὶ εἰσήκουσεν τῆς δεήσεώς μου. 2 [MT=40:2] καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος· καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνεν τὰ διαβήματά μου. 3 [MT=40:3] καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ θεῷ ἡμῶν· ὄψονται πολλοὶ καὶ φοβηθήσονται, καὶ ἐλπιοῦσιν ἐπὶ κύριον. 4 [MT=40:4] μακάριος ἀνήρ, οὗ ἐστιν τὸ ὄνομα κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐνέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς.
5 [MT=40:5] Πολλὰ ἐποίησας σύ κύριε ὁ θεός μου τὰ θαυμάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστιν τίς ὁμοιωθήσεταί σοι· ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν. 6 [MT=40:6] θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὠτία1 δὲ κατηρτίσω μοι· ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας. 7 [MT=40:7] τότε εἶπον, ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, 8 [MT=40:8] τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ θεός μου ἐβουλήθην,2 καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας3 μου 9 [MT=40:9] εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· κύριε, σὺ ἔγνως 10 [MT=40:10] τὴν δικαιοσύνην σου,4 οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλήθειάν σου, καὶ τὸ σωτήριον σου εἶπα· οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς.
11 [MT=40:11] Σὺ δέ κύριε μὴ μακρύνης τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ, τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς5 ἀντελάβοντό μου. 12 [MT=40:12] ὅτι περιέσχον με κακά, ὧν οὐκ ἔστιν ἀριθμός, κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν· ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐγκατέλιπέν με. 13 [MT=40:13] εὐδόκησον κύριε τοῦ ῥύσασθαί με, κύριε εἰς τὸ βοηθῆσαί μοι πρόσχες. 14 [MT=40:14] καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου, τοῦ ἐξᾶραι αὐτήν· ἀποστραφείησαν εἰς τὰ ὀπίσω, καὶ ἐντραπείησαν οἱ θέλοντές μοι κακά. 15 [MT=40:15] κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν, οἱ λέγοντές μοι, εὖγε, εὖγε. 16 [MT=40:16] ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοί πάντες οἱ ζητοῦντές σὲ κύριε· καὶ εἰπάτωσαν διὰ παντός, μεγαλυνθήτω ὁ κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριον σου. 17 [MT=40:17] ἐγὼ δὲ πτωχός εἰμι, καὶ πένης κύριος φροντιεῖ μου· βοηθός μου καὶ ὑπερασπιστής μου σὺ εἶ ὁ θεός μου, μὴ χρονίσῃς.