top 2 Kings ch 18

Chapter 18

Hezekiah Reigns over Judah

1 καὶ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ Ὠσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἐζεκίας υἱὸς Ἀχὰζ βασιλέως Ἰούδα. 2 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἄβου θυγάτηρ Ζαχαρίου. 3 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Δαυὶδ πατὴρ αὐτοῦ. 4 αὐτὸς ἐξῆρεν τὰ ὑψηλὰ καὶ συνέτριψεν πάσας τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ τὸν ὄφιν τὸν χαλκοῦν, ὃν ἐποίησεν Μωυσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ, καὶ ἐκάλεσεν αὐτὸν Νεεσθάν. 5 ἐν κυρίῳ θεῷ Ἰσραὴλ ἤλπισεν, καὶ μετ' αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτῷ ἐν βασιλεῦσιν Ἰούδα καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ· 6 καὶ ἐκολλήθη τῷ κυρίῳ, οὐκ ἀπέστη ὄπισθεν αὐτοῦ καὶ ἐφύλαξεν τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐνετείλατο Μωυσῇ·

Hezekiah Victorious

7 καὶ ἦν κύριος μετ' αὐτοῦ, ἐν πᾶσιν οἷς ἐποίει, συνῆκεν. καὶ ἠθέτησεν ἐν τῷ βασιλεῖ Ἀσσυρίων καὶ οὐκ ἐδούλευσεν αὐτῷ. 8 αὐτὸς ἐπάταξεν τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίου αὐτῆς ἀπὸ πύργου φυλασσόντων καὶ ἕως πόλεως ὀχυρᾶς.

9 καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Ἐζεκίᾳ αὐτὸς ἐνιαυτὸς ἕβδομος τῷ Ὠσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραὴλ ἀνέβη Σαλαμανασσὰρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ' αὐτήν· 10 καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ Ἐζεκίᾳ (αὐτὸς ἐνιαυτὸς ἔνατος τῷ Ὠσηὲ βασιλεῖ Ἰσραὴλ), καὶ συνελήμφθη Σαμάρεια. 11 καὶ ἀπῴκισεν βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους καὶ ἔθηκεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβὼρ ποταμῷ Γωζὰν καὶ Ὀρὴ Μήδων, 12 ἀνθ' ὧν ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου θεοῦ αὐτῶν καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ, πάντα ὅσα ἐνετείλατο Μωυσῆς δοῦλος κυρίου, καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν.

Invasion of Judah

13 καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει βασιλεῖ Ἐζεκίου ἀνέβη Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰούδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς. 14 καὶ ἀπέστειλεν Ἐζεκίας βασιλεὺς Ἰούδα ἀγγέλους πρὸς βασιλέα Ἀσσυρίων εἰς Λαχὶς λέγων ἡμάρτηκα, ἀποστράφητι ἀπ' ἐμοῦ· ἐὰν ἐπιθῇς ἐπ' ἐμέ, βαστάσω. καὶ ἐπέθηκεν βασιλεὺς Ἀσσυρίων ἐπὶ Ἐζεκίαν βασιλέα Ἰούδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου. 15 καὶ ἔδωκεν Ἐζεκίας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως. 16 ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν Ἐζεκίας τὰς θύρας ναοῦ κυρίου καὶ τὰ ἐστηριγμένα, ἐχρύσωσεν Ἐζεκίας βασιλεὺς Ἰούδα, καὶ ἔδωκεν αὐτὰ βασιλεῖ Ἀσσυρίων.

17 καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων τὸν Θαρθὰν καὶ τὸν Ῥαφὶς καὶ τὸν Ῥαψάκην ἐκ Λαχὶς πρὸς τὸν βασιλέα Ἐζεκίαν ἐν δυνάμει βαρείᾳ ἐπὶ Ἱερουσαλήμ, καὶ ἀνέβησαν καὶ ἦλθον εἰς Ἱερουσαλὴμ καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. 18 καὶ ἐβόησαν πρὸς Ἐζεκίαν, καὶ ἐξῆλθον πρὸς αὐτὸν Ἐλιακὶμ υἱὸς Χελκίου οἰκονόμος καὶ Σομνὰς γραμματεὺς καὶ Ἰωὰς υἱὸς Ἀσὰφ ἀναμιμνῄσκων.

19 καὶ εἶπεν πρὸς αὐτοὺς Ῥαψάκης εἴπατε δὴ πρὸς Ἐζεκίαν τάδε λέγει βασιλεὺς μέγας βασιλεὺς Ἀσσυρίων τίς πεποίθησις αὕτη, ἣν πέποιθας; 20 εἶπας πλὴν λόγοι χειλέων βουλὴ καὶ δύναμις εἰς πόλεμον. νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί; 21 νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ' Αἴγυπτον· ὃς ἄν στηριχθῇ ἀνὴρ ἐπ' αὐτήν, καὶ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ καὶ τρήσει αὐτήν· οὕτως Φαραὼ βασιλεὺς Αἰγύπτου πᾶσιν τοῖς πεποιθόσιν ἐπ' αὐτόν. 22 καὶ ὅτι εἶπας πρός με ἐπὶ κύριον θεὸν πεποίθαμεν· οὐχὶ αὐτός, οὗτος οὗ ἀπέστησεν Ἐζεκίας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ εἶπεν τῷ Ἰούδα καὶ τῇ Ἱερουσαλὴμ ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ἱερουσαλήμ; 23 καὶ νῦν μίχθητε δὴ τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων, καὶ δώσω σοί δισχιλίους ἵππους, εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπ' αὐτούς. 24 καὶ πῶς ἀποστρέψεις τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων; καὶ ἤλπισας σαυτῷ ἐπ' Αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς. 25 καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον τοῦ διαφθεῖραι αὐτόν; κύριος εἶπεν πρός με ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν.

26 καὶ εἶπεν Ἐλιακὶμ υἱὸς Χελκίου καὶ Σομνὰς καὶ Ἰωὰς πρὸς Ῥαψάκην λάλησον δὴ πρὸς τοὺς παῖδάς σου Συριστί, ὅτι ἀκούομεν ἡμεῖς, καὶ οὐ λαλήσεις μεθ' ἡμῶν Ἰουδαϊστί, καὶ ἵνα τί λαλεῖς ἐν τοῖς ὠσὶν τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους; 27 καὶ εἶπεν πρὸς αὐτοὺς Ῥαψάκης μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέν με κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ ἐπὶ τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τοῦ τείχους τοῦ φαγεῖν τὴν κόπρον αὐτῶν καὶ πιεῖν τὸ οὖρον αὐτῶν μεθ' ὑμῶν ἅμα;

28 καὶ ἔστη Ῥαψάκης καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἰουδαϊστὶ καὶ ἐλάλησεν καὶ εἶπεν ἀκούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως Ἀσσυρίων 29 τάδε λέγει βασιλεύς μὴ ἐπαιρέτω ὑμᾶς Ἐζεκίας λόγοις, ὅτι οὐ μὴ δύνηται ὑμᾶς ἐξελέσθαι ἐκ χειρός μου. 30 καὶ μὴ ἐπελπιζέτω ὑμᾶς Ἐζεκίας πρὸς κύριον λέγων ἐξαιρούμενος ἐξελεῖται ἡμᾶς κύριος, οὐ μὴ παραδοθῇ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων. 31 μὴ ἀκούετε Ἐζεκίου, ὅτι τάδε λέγει βασιλεὺς Ἀσσυρίων ποιήσατε μετ' ἐμοῦ εὐλογίαν καὶ ἐξέλθατε πρός με, καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτοῦ καὶ ἀνὴρ τὴν συκῆν αὐτοῦ φάγεται καὶ πίεται ὕδωρ τοῦ λάκκου αὐτοῦ, 32 ἕως ἔλθω καὶ λάβω ὑμᾶς, εἰς γῆν ὡς γῆ ὑμῶν γῆ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος, καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε. καὶ μὴ ἀκούετε Ἐζεκίου, ὅτι ἀπατᾷ ὑμᾶς λέγων κύριος ῥύσεται ἡμᾶς. 33 μὴ ῥυόμενοι ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; 34 ποῦ ἐστιν θεὸς Αἰμὰθ καὶ Ἀρφάδ; ποῦ ἐστιν θεὸς Σεπφαρουαίν; καὶ ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου; 35 τίς ἐν πᾶσιν τοῖς θεοῖς τῶν γαιῶν, οἳ ἐξείλαντο τὰς γᾶς αὐτῶν ἐκ χειρός μου, ὅτι ἐξελεῖται κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου;

36 καὶ ἐκώφευσαν καὶ οὐκ ἀπεκρίθησαν αὐτῷ λόγον, ὅτι ἐντολὴ τοῦ βασιλέως λέγων οὐκ ἀποκριθήσεσθε αὐτῷ. 37 καὶ εἰσῆλθεν Ἐλιακὶμ υἱὸς Χελκίου οἰκονόμος καὶ Σομνὰς γραμματεὺς καὶ Ἰωὰς υἱὸς Ἀσὰφ ἀναμιμνῄσκων πρὸς Ἐζεκίαν διερρηχότες τὰ ἱμάτια καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαψάκου.