top 2 Kings ch 19

Chapter 19

Isaiah Encourages Hezekiah

1 καὶ ἐγένετο ὡς ἤκουσεν βασιλεὺς Ἐζεκίας, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ εἰσῆλθεν εἰς οἶκον κυρίου. 2 καὶ ἀπέστειλεν Ἐλιακὶμ τὸν οἰκονόμον καὶ Σομνὰν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ἠσαίαν τὸν προφήτην υἱὸν Ἀμώς, 3 καὶ εἶπον πρὸς αὐτόν τάδε λέγει Ἐζεκίας ἡμέρα θλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ ἡμέρα αὕτη, ὅτι ἦλθον υἱοὶ ἕως ὠδίνων, καὶ ἰσχὺς οὐκ ἔστιν τῇ τικτούσῃ· 4 εἴ πως εἰσακούσεται κύριος θεός σου πάντας τοὺς λόγους Ῥαψάκου, ὃν ἀπέστειλεν αὐτὸν βασιλεὺς Ἀσσυρίων κύριος αὐτοῦ ὀνειδίζειν θεὸν ζῶντα καὶ βλασφημεῖν ἐν λόγοις, οἷς ἤκουσεν κύριος θεός σου, καὶ λήμψῃ προσευχὴν περὶ τοῦ λείμματος τοῦ εὑρισκομένου.

5 καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως Ἐζεκίου πρὸς Ἠσαίαν, 6 καὶ εἶπεν αὐτοῖς Ἠσαίας τάδε ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν τάδε λέγει κύριος μὴ φοβηθῇς ἀπὸ τῶν λόγων, ὧν ἤκουσας, ὧν ἐβλασφήμησαν τὰ παιδάρια βασιλέως Ἀσσυρίων· 7 ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτῷ πνεῦμα, καὶ ἀκούσεται ἀγγελίαν καὶ ἀποστραφήσεται εἰς τὴν γῆν αὐτοῦ, καὶ καταβαλῶ αὐτὸν ἐν ῥομφαίᾳ ἐν τῇ γῇ αὐτοῦ.

Sennacherib Defies God

8 καὶ ἐπέστρεψεν Ῥαψάκης καὶ εὗρεν τὸν βασιλέα Ἀσσυρίων πολεμοῦντα ἐπὶ Λόμνα, ὅτι ἤκουσεν ὅτι ἀπῆρεν ἀπὸ Λαχίς· 9 καὶ ἤκουσεν περὶ Θαρακὰ βασιλέως Αἰθιόπων λέγων ἰδοὺ ἐξῆλθεν πολεμεῖν μετὰ σοῦ. καὶ ἐπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεκίαν λέγων 10 μὴ ἐπαιρέτω σὲ θεός σου, ἐφ' σὺ πέποιθας ἐπ' αὐτῷ λέγων οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. 11 ἰδοὺ σὺ ἤκουσας πάντα, ὅσα ἐποίησαν βασιλεῖς Ἀσσυρίων πάσαις ταῖς γαῖς τοῦ ἀναθεματίσαι αὐτάς· καὶ σὺ ῥυσθήσῃ; 12 μὴ ἐξείλαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς διέφθειραν οἱ πατέρες μου, τήν τε Γωζὰν καὶ τὴν Χαρρὰν καὶ Ῥαφὲς καὶ υἱοὺς Ἐδὲμ τοὺς ἐν Θαεσθέν; 13 ποῦ ἐστιν βασιλεὺς Αἰμὰθ καὶ βασιλεὺς Ἀρφάδ; καὶ ποῦ ἐστιν Σεπφαρουαίν, Ἀνὰ καὶ Αὐά;

Hezekiah's Prayer

14 καὶ ἔλαβεν Ἐζεκίας τὰ βιβλία ἐκ χειρὸς τῶν ἀγγέλων καὶ ἀνέγνω αὐτά· καὶ ἀνέβη εἰς οἶκον κυρίου καὶ ἀνέπτυξεν αὐτὰ Ἐζεκίας ἐναντίον κυρίου 15 καὶ εἶπεν κύριε θεὸς Ἰσραὴλ καθήμενος ἐπὶ τῶν Χερουβίν, σὺ εἶ θεὸς μόνος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. 16 κλῖνον, κύριε, τὸ οὖς σου καὶ ἄκουσον· ἄνοιξον, κύριε, τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ καὶ ἄκουσον τοὺς λόγους Σενναχηρίμ, οὓς ἀπέστειλεν ὀνειδίζειν θεὸν ζῶντα. 17 ὅτι ἀληθείᾳ, κύριε, ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὰ ἔθνη 18 καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν εἰς τὸ πῦρ, ὅτι οὐ θεοί εἰσιν, ἀλλ' ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι, καὶ ἀπώλεσαν αὐτούς. 19 καὶ νῦν, κύριε θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς ὅτι σὺ κύριος θεὸς μόνος.

God's Answer through Isaiah

20 καὶ ἀπέστειλεν Ἠσαίας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν λέγων τάδε λέγει κύριος θεὸς τῶν δυνάμεων θεὸς Ἰσραὴλ προσηύξω πρός με περὶ Σενναχηρὶμ βασιλέως Ἀσσυρίων, ἤκουσα. 21 οὗτος λόγος, ὃν ἐλάλησεν κύριος ἐπ' αὐτόν ἐξουδένησέν σὲ καὶ ἐμυκτήρισέν σὲ παρθένος θυγάτηρ Σιών, ἐπὶ σοί κεφαλὴν αὐτῆς ἐκίνησεν θυγάτηρ Ἱερουσαλήμ. 22 τίνα ὠνείδισας καὶ ἐβλασφήμησας; καὶ ἐπὶ τίνα ὕψωσας φωνήν; καὶ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ἰσραήλ.

23 ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας κύριον καὶ εἶπας ἐν τῷ πλήθει τῶν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων, μηροὺς τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ, τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτοῦ, καὶ ἦλθον εἰς μελον1 τέλους αὐτοῦ, δρυμοῦ Καρμήλου αὐτοῦ. 24 ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια καὶ ἐξηρήμωσα τῷ ἴχνει τοῦ ποδός μου πάντας ποταμοὺς περιοχῆς. 25 ἔπλασα αὐτήν, νῦν ἤγαγον αὐτήν, καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀποικεσιῶν μαχίμων, πόλεις ὀχυράς. 26 καὶ οἱ ἐνοικοῦντες ἐν αὐταῖς ἠσθένησαν τῇ χειρί, ἔπτηξαν καὶ κατῃσχύνθησαν, ἐγένοντο χόρτος ἀγροῦ χλωρὰ βοτάνη, χλόη δωμάτων καὶ πάτημα ἀπέναντι ἑστηκότος. 27 καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἔγνων καὶ τὸν θυμόν σου ἐπ' ἐμέ. 28 διὰ τὸ ὀργισθῆναί σὲ ἐπ' ἐμὲ καὶ τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσίν μου καὶ θήσω τὰ ἄγκιστρά μου ἐν τοῖς μυκτῆρσίν σου καὶ χαλινὸν ἐν τοῖς χείλεσίν σου καὶ ἀποστρέψω σὲ ἐν τῇ ὁδῷ, ἦλθες ἐν αὐτῇ.

29 καὶ τοῦτό σοί τὸ σημεῖον· φάγῃ τοῦτον τὸν ἐνιαυτὸν αὐτόματα καὶ τῷ ἔτει τῷ δευτέρῳ τὰ ἀνατέλλοντα· καὶ ἔτι τρίτῳ σπορὰ καὶ ἄμητος καὶ φυτεία ἀμπελώνων, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. 30 καὶ προσθήσει τὸ διασεσῳσμένον οἴκου Ἰούδα τὸ ὑπολειφθὲν ῥίζαν κάτω καὶ ποιήσει καρπὸν ἄνω. 31 ὅτι ἐξ Ἱερουσαλὴμ ἐξελεύσεται κατάλειμμα καὶ ἀνασῳζόμενος ἐξ ὄρους Σιών· ζῆλος κυρίου τῶν δυνάμεων ποιήσει τοῦτο. 32 οὐχ οὕτως·

τάδε λέγει κύριος πρὸς βασιλέα Ἀσσυρίων οὐκ εἰσελεύσεται εἰς τὴν πόλιν ταύτην καὶ οὐ τοξεύσει ἐκεῖ βέλος, καὶ οὐ προφθάσει αὐτὴν θυρεός, καὶ οὐ μὴ ἐκχέῃ πρὸς αὐτὴν πρόσχωμα· 33 τῇ ὁδῷ, ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται, λέγει κύριος. 34 καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαυὶδ τὸν δοῦλόν μου.

35 καὶ ἐγένετο ἕως νυκτὸς καὶ ἐξῆλθεν ἄγγελος κυρίου καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ὤρθρισαν τὸ πρωί, καὶ ἰδοὺ πάντες σώματα νεκρά. 36 καὶ ἀπῆρεν καὶ ἐπορεύθη καὶ ἀπέστρεψεν Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων καὶ ᾤκησεν ἐν Νινευῇ. 37 καὶ ἐγένετο αὐτοῦ προσκυνοῦντος ἐν οἴκῳ Νεσερὰχ θεοῦ αὐτοῦ καὶ Ἀδραμελὲχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν ἐν μαχαίρᾳ, καὶ αὐτοὶ ἐσώθησαν εἰς γῆν Ἀραράτ· καὶ ἐβασίλευσεν Ἀσορδὰν υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.