top 2 Samuel ch 16

Chapter 16

Ziba, a False Servant

1 καὶ Δαυὶδ παρῆλθεν βραχύ τι ἀπὸ τῆς Ῥοώς, καὶ ἰδοὺ Σιβὰ τὸ παιδάριον Μεμφιβοσθὲ εἰς ἀπαντὴν αὐτοῦ καὶ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἐπ' αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ Νεβὲλ οἴνου. 2 καὶ εἶπεν βασιλεὺς πρὸς Σιβὰ Τί ταῦτά σοι; καὶ εἶπεν Σιβὰ Τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι, καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ. 3 καὶ εἶπεν βασιλεύς Καὶ ποῦ υἱὸς τοῦ κυρίου σου; καὶ εἶπεν Σιβὰ πρὸς τὸν βασιλέα Ἰδοὺ κάθηται ἐν Ἱερουσαλήμ, ὅτι εἶπεν σήμερον ἐπιστρέψουσίν μοι οἶκος Ἰσραὴλ τὴν βασιλείαν τοῦ πατρός μου. 4 καὶ εἶπεν βασιλεὺς τῷ Σιβὰ Ἰδοὺ σοί πάντα, ὅσα ἐστὶν τῷ Μεμφιβοσθέ. καὶ εἶπεν Σιβὰ προσκυνήσας εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ.

David Is Cursed

5 καὶ ἦλθεν βασιλεὺς Δαυὶδ ἕως Βαουρίμ· καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαούλ, καὶ ὄνομα αὐτῷ Σεμεῒ υἱὸς Γηρά· ἐξῆλθεν ἐκπορευόμενος καὶ καταρώμενος 6 καὶ λιθάζων ἐν λίθοις τὸν Δαυὶδ καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως Δαυίδ, καὶ πᾶς λαὸς ἦν καὶ πάντες οἱ δυνατοὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως. 7 καὶ οὕτως ἔλεγεν Σεμεῒ ἐν τῷ καταρᾶσθαι αὐτόν Ἔξελθε ἔξελθε, ἀνὴρ αἱμάτων καὶ ἀνὴρ παράνομος· 8 ἐπέστρεψεν ἐπὶ σὲ κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαούλ, ὅτι ἐβασίλευσας ἀντ' αὐτοῦ, καὶ ἔδωκεν κύριος τὴν βασιλείαν ἐν χειρὶ Ἀβεσσαλὼμ τοῦ υἱοῦ σου· καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου, ὅτι ἀνὴρ αἱμάτων σύ. 9 καὶ εἶπεν Ἀβεσσὰ υἱὸς Σαρουίας πρὸς τὸν βασιλέα Ἵνα τί καταρᾶται κύων τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ. 10 καὶ εἶπεν βασιλεύς Τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουίας; ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω, ὅτι κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυίδ, καὶ τίς ἐρεῖ Ὡς τί ἐποίησας οὕτως; 11 καὶ εἶπεν Δαυὶδ πρὸς Ἀβεσσὰ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ Ἰδοὺ υἱός μου ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν υἱὸς τοῦ Ἰεμινί· ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ κύριος· 12 εἴ πως ἴδοι κύριος ἐν τῇ ταπεινώσει μου καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ.

13 καὶ ἐπορεύθη Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ, καὶ Σεμεῒ ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοῒ πάσσων. 14 καὶ ἦλθεν βασιλεὺς καὶ πᾶς λαὸς αὐτοῦ ἐκλελυμένοι καὶ ἀνέψυξαν ἐκεῖ.

Absalom Enters Jerusalem

15 Καὶ Ἀβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ἰσραὴλ εἰσῆλθον εἰς Ἱερουσαλὴμ καὶ Ἀχιτοφὲλ μετ' αὐτοῦ. 16 καὶ ἐγενήθη ἡνίκα ἦλθεν Χουσὶ Ἀρχὶ ἑταῖρος Δαυὶδ πρὸς Ἀβεσσαλὼμ καὶ εἶπεν Χουσὶ πρὸς Ἀβεσσαλὼμ Ζήτω βασιλεύς. 17 καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Χουσὶ Τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου; ἵνα τί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου; 18 καὶ εἶπεν Χουσὶ πρὸς Ἀβεσσαλὼμ Οὐχί ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο κύριος καὶ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ Ἰσραήλ, αὐτῷ ἔσομαι καὶ μετ' αὐτοῦ καθήσομαι· 19 καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω; οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ; καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιόν σου.

20 καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἀχιτοφὲλ Φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν. 21 καὶ εἶπεν Ἀχιτοφὲλ πρὸς Ἀβεσσαλὼμ Εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου, ἃς κατέλιπεν φυλάσσειν τὸν οἶκον αὐτοῦ, καὶ ἀκούσεται πᾶς Ἰσραὴλ ὅτι κατῄσχυνας τὸν πατέρα σου καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ. 22 καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Ἀβεσσαλὼμ ἐπὶ τὸ δῶμα, καὶ εἰσῆλθεν Ἀβεσσαλὼμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ' ὀφθαλμοὺς παντὸς Ἰσραήλ. 23 καὶ βουλὴ Ἀχιτοφέλ, ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις, ὃν τρόπον ἐπερωτήσῃ ἐν λόγῳ τοῦ θεοῦ, οὕτως πᾶσα βουλὴ τοῦ Ἀχιτοφὲλ καί γε τῷ Δαυὶδ καί γε τῷ Ἀβεσσαλώμ.