Chapter 15
Absalom's Conspiracy
1 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ Ἀβεσσαλὼμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ. 2 καὶ ὤρθρισεν Ἀβεσσαλὼμ καὶ ἔστη ἀνὰ χεῖρα τῆς ὁδοῦ τῆς πύλης, καὶ ἐγένετο πᾶς ἀνήρ, ᾧ ἐγένετο κρίσις, ἦλθεν πρὸς τὸν βασιλέα εἰς κρίσιν, καὶ ἐβόησεν πρὸς αὐτὸν Ἀβεσσαλὼμ καὶ ἔλεγεν αὐτῷ Ἐκ ποίας πόλεως σὺ εἶ; καὶ εἶπεν ὁ ἀνήρ Ἐκ μιᾶς φυλῶν Ἰσραὴλ ὁ δοῦλός σου. 3 καὶ εἶπεν πρὸς αὐτὸν Ἀβεσσαλὼμ Ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι, καὶ ἀκούων οὐκ ἔστιν σοί παρὰ τοῦ βασιλέως· 4 καὶ εἶπεν Ἀβεσσαλὼμ Τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ, καὶ ἐπ' ἐμὲ ἐλεύσεται πᾶς ἀνήρ, ᾧ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις, καὶ δικαιώσω αὐτόν; 5 καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. 6 καὶ ἐποίησεν Ἀβεσσαλὼμ κατὰ τὸ ῥῆμα τοῦτο παντὶ Ἰσραὴλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα, καὶ ἰδιοποιεῖτο Ἀβεσσαλὼμ τὴν καρδίαν ἀνδρῶν Ἰσραήλ.
7 Καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς τὸν πατέρα αὐτοῦ Πορεύσομαι δὴ καὶ ἀποτείσω τὰς εὐχάς μου, ἃς ηὐξάμην τῷ κυρίῳ ἐν Χεβρών· 8 ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσοὺρ ἐν Συρίᾳ λέγων Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με κύριος εἰς Ἱερουσαλήμ, καὶ λατρεύσω τῷ κυρίῳ. 9 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς βάδιζε εἰς εἰρήνην· καὶ ἀναστὰς ἐπορεύθη εἰς Χεβρών.
10 καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ κατασκόπους ἐν πάσαις φυλαῖς Ἰσραὴλ λέγων Ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε βεβασίλευκεν βασιλεὺς Ἀβεσσαλὼμ ἐν Χεβρών. 11 καὶ μετὰ Ἀβεσσαλὼμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ἱερουσαλὴμ κλητοὶ καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ῥῆμα. 12 καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ καὶ ἐκάλεσεν τὸν Ἀχιτοφὲλ τὸν Γελμωναῖον τὸν σύμβουλον Δαυὶδ ἐκ τῆς πόλεως αὐτοῦ ἐκ Γωλὰ ἐν τῷ θυσιάζειν αὐτόν. καὶ ἐγένετο σύστρεμμα ἰσχυρόν, καὶ ὁ λαὸς πορευόμενος καὶ πολὺς μετὰ Ἀβεσσαλώμ.
David Flees Jerusalem
13 Καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς Δαυὶδ λέγων Ἐγενήθη ἡ καρδία ἀνδρῶν Ἰσραὴλ ὀπίσω Ἀβεσσαλώμ. 14 καὶ εἶπεν Δαυὶδ πᾶσιν τοῖς παισὶν αὐτοῦ τοῖς μετ' αὐτοῦ τοῖς ἐν Ἱερουσαλὴμ Ἀνάστητε καὶ φύγωμεν, ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρίᾳ ἀπὸ προσώπου Ἀβεσσαλώμ· ταχύνατε τοῦ πορευθῆναι, ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ ἐξώσῃ ἐφ' ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν στόματι μαχαίρης. 15 καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα Κατὰ πάντα, ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς, ἰδοὺ οἱ παῖδές σου.
16 καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποσίν αὐτῶν· καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον. 17 καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν. 18 καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ Χεττὶ καὶ πᾶς ὁ Φελετθὶ καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ· καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί, ἑξακόσιοι ἄνδρες, καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ· καὶ πᾶς ὁ Χερεθθὶ καὶ πᾶς ὁ Φελεθθὶ καὶ πάντες οἱ Γεθθαῖοι, ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσίν αὐτῶν ἐκ Γέθ, πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως.
19 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἐθθὶ τὸν Γεθθαῖον Ἵνα τί πορεύῃ καὶ σὺ μεθ' ἡμῶν; ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως, ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου. 20 εἰ ἐχθὲς παραγέγονας, καὶ σήμερον κινήσω σὲ μεθ' ἡμῶν καί γε μεταναστήσεις τὸν τόπον σου, ἐχθὲς ἡ ἐξέλευσίς σου καὶ σήμερον μετακινήσω σὲ μεθ' ἡμῶν τοῦ πορευθῆναι; καὶ ἐγὼ πορεύσομαι οὗ ἄν ἐγὼ πορευθῶ. ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ, καὶ κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν. 21 καὶ ἀπεκρίθη Ἐθθὶ τῷ βασιλεῖ καὶ εἶπεν Ζῇ κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς, ὅτι εἰς τὸν τόπον, οὗ ἐὰν ᾖ ὁ κύριός μου, καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν, ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου. 22 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἐθθὶ δεῦρο καὶ διάβαινε μετ' ἐμοῦ· καὶ παρῆλθεν Ἐθθὶ ὁ Γεθθαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ' αὐτοῦ.
23 καὶ πᾶσα ἡ γῆ ἔκλαιεν φωνῇ μεγάλῃ. καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ Κεδρών, καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν Κεδρών· καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον.
24 καὶ ἰδοὺ καί γε Σαδὼκ καὶ πάντες οἱ Λευῖται μετ' αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου ἀπὸ Βαιθὰρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ θεοῦ, καὶ ἀνέβη Ἀβιαθάρ, ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως. 25 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδὼκ Ἀπόστρεψον τὴν κιβωτὸν τοῦ θεοῦ εἰς τὴν πόλιν· ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς κυρίου, καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς· 26 καὶ ἐὰν εἴπῃ οὕτως Οὐκ ἠθέληκα ἐν Σοὶ, ἰδοὺ ἐγώ εἰμι, ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.
27 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδὼκ τῷ Ἱερεῖ ἴδετε σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ, καὶ Ἀχιμαὰς ὁ υἱός σου καὶ Ἰωνάθαν ὁ υἱὸς Ἀβιαθὰρ οἱ δύο υἱοὶ ὑμῶν μεθ' ὑμῶν· 28 ἴδετε ἐγώ εἰμι στρατεύομαι ἐν Ἀραβὼθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν ῥῆμα παρ' ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι. 29 καὶ ἀπέστρεψεν Σαδὼκ καὶ Ἀβιαθὰρ τὴν κιβωτὸν εἰς Ἱερουσαλὴμ καὶ ἐκάθισεν ἐκεῖ.
30 καὶ Δαυὶδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος, καὶ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν κεφαλὴν αὐτοῦ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες. 31 καὶ ἀνηγγέλη Δαυὶδ λέγοντες Καὶ Ἀχιτοφὲλ ἐν τοῖς συστρεφομένοις μετὰ Ἀβεσσαλώμ· καὶ εἶπεν Δαυὶδ διασκέδασον δὴ τὴν βουλὴν Ἀχιτοφέλ, κύριε ὁ θεός μου.
32 καὶ ἦν Δαυὶδ ἐρχόμενος ἕως τοῦ Ῥοώς, οὗ προσεκύνησεν ἐκεῖ τῷ θεῷ, καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσὶ ὁ Ἀρχὶ ἑταῖρος Δαυὶδ διερρηχὼς τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. 33 καὶ εἶπεν αὐτῷ Δαυὶδ Ἐὰν μὲν διαβῇς μετ' ἐμοῦ, καὶ ἔσῃ ἐπ' ἐμὲ εἴς βάσταγμα· 34 καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψῃς, καὶ ἐρεῖς τῷ Ἀβεσσαλὼμ Διεληλύθασιν οἱ ἀδελφοί σου, καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου, καὶ νῦν παῖς σου εἰμι, βασιλεῦ, ἔασόν με ζῆσαι, παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως, καὶ νῦν ἐγὼ δοῦλος σός καὶ διασκεδάσεις μοι τὴν βουλὴν Ἀχιτοφέλ. 35 καὶ ἰδοὺ μετὰ σοῦ ἐκεῖ Σαδὼκ καὶ Ἀβιαθὰρ οἱ ἱερεῖς, καὶ ἔσται πᾶν ῥῆμα, ὃ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἀναγγελεῖς τῷ Σαδὼκ καὶ τῷ Ἀβιαθὰρ τοῖς ἱερεῦσιν· 36 ἰδοὺ ἐκεῖ μετ' αὐτῶν δύο υἱοὶ αὐτῶν, Ἀχιμαὰς υἱὸς τῷ Σαδὼκ καὶ Ἰωνάθαν υἱὸς τῷ Ἀβιαθάρ, καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρός με πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσητε. 37 καὶ εἰσῆλθεν Χουσὶ ὁ ἑταῖρος Δαυὶδ εἰς τὴν πόλιν, καὶ Ἀβεσσαλὼμ εἰσεπορεύετο εἰς Ἱερουσαλήμ.