Chapter 14
NAS | TextRec |
---|
14:1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. | 1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ, κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. |
And it happened in Iconium that they entered the synagogue of the Jews together, and spoke in such a way that a large group believed, both of Jews and of Greeks. | And it happened in Iconium that they entered the synagogue of the Jews together, and spoke in such a way that a large group believed, both of Jews and of Greeks. |
14:2 οἱ δὲ ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. | 2 οἱ δὲ ἀπειθοῦντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. |
But having disbelieved, the Jews stirred up and embittered the Gentiles against the brothers. | But having disbelieved, the Jews stirred up and embittered the Gentiles against the brothers. |
14:3 ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι [ἐπὶ] τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. | 3 ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, καὶ διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. |
Therefore they stayed there a long time speaking boldly in the Lord, who was testifying to the word of his grace, granting that signs and wonders happen by their hands. | Therefore they stayed there a long time speaking boldly in the Lord, who was testifying to the word of his grace, granting that signs and wonders happen by their hands. |
14:4 ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. | 4 ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. |
But the people of the city were divided; and some were with the Jews, and some with the apostles. | But the people of the city were divided; and some were with the Jews, and some with the apostles. |
14:5 ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, | 5 ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, |
And when an attempt was made by both the Gentiles and the Jews with their rulers, to mistreat and to stone them, | And when an attempt was made by both the Gentiles and the Jews with their rulers, to mistreat and to stone them, |
14:6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, | 6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην, καὶ τὴν περίχωρον, |
they became aware of it and they fled to the cities of Lycaonia, Lystra and Derbe, and the surrounding region; | they became aware of it and they fled to the cities of Lycaonia, Lystra and Derbe, and the surrounding region; |
14:7 κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν. | 7 κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι. |
and they kept on preaching the gospel there. | and they kept on preaching the gospel there. |
14:8 Καί τις ἀνὴρ ἀδύνατος ἐν Λύστροις τοῖς ποσίν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὃς οὐδέποτε περιεπάτησεν. | 8 Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσίν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέποτε περιπεπατήκει. |
A man was sitting in Lystra who was disabled in his feet, lame from his mother's womb, who had never walked. | A man was sitting in Lystra who was disabled in his feet, lame from his mother's womb, who had never walked. |
14:9 οὗτος ἤκουσεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι, | 9 οὗτος ἤκουε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι, |
This man heard Paul speaking, who, after staring on him and realizing that he had faith to be healed, | This man heard Paul speaking, who, after staring on him and realizing that he had faith to be healed, |
14:10 εἶπεν
μεγάλῃ
φωνῇ,
ἀνάστηθι
ἐπὶ
τοὺς
πόδας
σου
ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει. |
10 εἶπε
μεγάλῃ
τῇ
φωνῇ,
ἀνάστηθι
ἐπὶ
τοὺς
πόδας
σου
ὀρθός. καὶ ἥλλετο καὶ περιεπάτει. |
said with a loud voice, “Stand up straight on your feet.” And he leaped up and began to walk. | said with a loud voice, “Stand up straight on your feet.” And he leaped up and began to walk. |
14:11 οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς, | 11 οἱ δὲ ὄχλοι ἰδόντες ὃ ἐποίησεν ὁ Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς· |
After seeing what Paul had done, the crowd raised their voice, saying in the Lycaonian language, “After becoming like men, the gods have come down to us.” | After seeing what Paul had done, the crowd raised their voice, saying in the Lycaonian language, “After becoming like men, the gods have come down to us.” |
14:12 ἐκάλουν τε τὸν Βαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. | 12 ἐκάλουν τε τὸν μὲν Βαρνάβαν, Δία· τὸν δὲ Παῦλον, Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. |
And they began calling Barnabas, Zeus, and Paul, Hermēs, because he was the chief speaker. | And they began calling Barnabas, Zeus, and Paul, Hermēs, because he was the chief speaker. |
14:13 ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν. | 13 ὁ δέ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν. |
The priest of Zeus, whose temple was just outside the city, brought oxen and garlands to the gates, and wanted to offer a sacrifice with the crowds. | The priest of Zeus, whose temple was just outside their city, brought oxen and garlands to the gates, and wanted to offer a sacrifice with the crowds. |
14:14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος διαρρήξαντες τὰ ἱμάτια αὐτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον κράζοντες | 14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν εἰσεπήδησαν εἰς τὸν ὄχλον κράζοντες |
But after hearing it and tearing their clothes, the apostles Barnabas and Paul rushed out into the crowd, shouting, | But after hearing it and tearing their clothes, the apostles Barnabas and Paul rushed in among the crowd, shouting, |
14:15 καὶ
λέγοντες,
ἄνδρες,
τί
ταῦτα
ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· |
15 καὶ
λέγοντες,
ἄνδρες,
τί
ταῦτα
ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· |
and saying, “Men, why are you doing these things? We are also men of the same nature as you, preaching the gospel to you that you should turn from these vain things to a living God, who made the sky and the earth and the sea and all that is in them. | and saying, “Men, why are you doing these things? We are also men of the same nature as you, preaching the gospel to you that you should turn from these vain things to a living God, who made the sky and the earth and the sea and all that is in them. |
14:16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· | 16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· |
Who, in the generations gone by, permitted all the nations to go in their own ways; | Who, in the generations gone by, permitted all the nations to go in their own ways; |
14:17 καίτοι οὐκ ἀμάρτυρον αὐτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν. | 17 καίτοιγε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν. |
and yet he didn't leave himself without witness, by doing good, giving you rain from the sky and fruitful seasons, filling your hearts with food and gladness.” | and yet he didn't leave himself without witness, by doing good, giving you rain from the sky and fruitful seasons, filling your hearts with food and gladness.” |
14:18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς. | 18 καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς. |
Even saying these things, they barely stopped the crowds from offering sacrifice to them. | Even saying these things, they barely stopped the crowds from offering sacrifice to them. |
14:19 Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως νομίζοντες αὐτὸν τεθνηκέναι. | 19 ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυρον ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνάναι. |
But Jews came from Antioch and Iconium, and after persuading the crowds, they stoned Paul and dragged him out of the city, supposing he died. | But Jews came from Antioch and Iconium, and after persuading the crowds, they stoned Paul and dragged him out of the city, supposing he died. |
14:20 κυκλωσάντων
δὲ
τῶν
μαθητῶν
αὐτὸν
ἀναστὰς
εἰσῆλθεν
εἰς
τὴν
πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην. | 20 κυκλωσάντων δὲ αὐτὸν τῶν μαθητῶν, ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν· καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην. |
But after the disciples stood around him, he got up and entered the city. The next day he went away with Barnabas to Derbe. | But after the disciples stood around him, he got up and entered the city. The next day he went away with Barnabas to Derbe. |
14:21 Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ εἰς Ἰκόνιον καὶ εἰς Ἀντιόχειαν | 21 Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην, καὶ μαθητεύσαντες ἱκανούς, ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν· |
After preaching the gospel to that city and making many disciples, they returned to Lystra and to Iconium and to Antioch, | After preaching the gospel to that city and making many disciples, they returned to Lystra and to Iconium and to Antioch, |
14:22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. | 22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. |
strengthening the souls of the disciples, encouraging them to continue in the faith, and saying, “Through many tribulations we must enter the kingdom of God.” | strengthening the souls of the disciples, encouraging them to continue in the faith, and saying, “Through many tribulations we must enter the kingdom of God.” |
14:23 χειροτονήσαντες δὲ αὐτοῖς κατ' ἐκκλησίαν πρεσβυτέρους, προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. | 23 χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατ' ἐκκλησίαν, προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. |
After appointing elders for them in every church, having prayed with fasting, they commended them to the Lord in whom they had believed. | After appointing elders for them in every church, having prayed with fasting, they commended them to the Lord in whom they had believed. |
14:24 καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς τὴν Παμφυλίαν | 24 καὶ διελθόντες τὴν Πισιδίαν, ἦλθον εἰς Παμφυλίαν· |
After passing through Pisidia, they came into Pamphylia. | After passing through Pisidia, they came into Pamphylia. |
14:25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν. | 25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατέβησαν εἰς Ἀττάλειαν· |
After speaking the word in Perga, they went down to Attalia. | After speaking the word in Perga, they went down to Attalia. |
14:26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. | 26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. |
From there they sailed to Antioch, from which they had been commended to the grace of God for the work that they accomplished. | From there they sailed to Antioch, from which they had been commended to the grace of God for the work that they accomplished. |
14:27 παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετ' αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. | 27 παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, ἀνήγγειλαν ὅσα ἐποίησεν ὁ θεὸς μετ' αὐτῶν, καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως. |
After arriving and gathering the church together, they began to tell all things that God had done with them and how he opened a door of faith to the Gentiles. | After arriving and gathering the church together, they began to tell all things that God had done with them and how he opened a door of faith to the Gentiles. |