Chapter 15
NAS | TextRec |
---|
15:1 Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν. | 1 Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι. |
“I am the true vine, and my Father is the vine-dresser. | “I am the true vine, and my Father is the vine-dresser. |
15:2 πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα καρπὸν πλείονα φέρῃ. | 2 πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα πλείονα καρπὸν φέρῃ. |
Every branch in me that doesn't bear fruit, he takes it away; and every branch that bears fruit, he prunes it so that it may bear more fruit. | Every branch in me that beareth not fruit he takes away: and every branch that beareth fruit, he purgeth it, that it may bring forth more fruit. |
15:3 ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν· | 3 ἤδη ὑμεῖς καθαροί ἐστε, διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. |
You are already clean because of the word which I have spoken to you. | You are already clean because of the word which I have spoken to you. |
15:4 μείνατε
ἐν
ἐμοί,
κἀγὼ
ἐν
ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ' ἑαυτοῦ ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μένητε. |
4 μείνατε
ἐν
ἐμοί,
κἀγὼ
ἐν
ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ' ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. |
Remain in me, and I in you. Just as the branch is not able to bear fruit of itself unless it remains in the vine, so neither can you unless you remain in me. | Remain in me, and I in you. Just as the branch is not able to bear fruit of itself unless it remains in the vine, so neither can you unless you remain in me. |
15:5 ἐγώ
εἰμι
ἡ
ἄμπελος,
ὑμεῖς
τὰ
κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. |
5 ἐγώ
εἰμι
ἡ
ἄμπελος,
ὑμεῖς
τὰ
κλήματα. ὁ μένων ἐν ἐμοί, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν· ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. |
I am the vine, you are the branches; he who remains in me and I in him, bears much fruit, because without me you are not able to do anything. | I am the vine, you are the branches; he who remains in me and I in him, bears much fruit, because without me you are not able to do anything. |
15:6 ἐὰν μή τις μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται. | 6 ἐὰν μή τις μείνῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα, καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς πῦρ βάλλουσι, καὶ καίεται. |
If anyone doesn't remain in me, he is thrown outside as a branch and dries up; and they gather them, and throw them into the fire and they are burned. | If anyone doesn't remain in me, he is thrown outside as a branch and dries up; and they gather them, and throw them into the fire and they are burned. |
15:7 ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε, καὶ γενήσεται ὑμῖν. | 7 ἐὰν μείνητε ἐν ἐμοί, καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσεσθε, καὶ γενήσεται ὑμῖν. |
If you remain in me, and my words remain in you, ask whatever you want, and it will happen for you. | If you remain in me, and my words remain in you, ask whatever you want, and it will happen for you. |
15:8 ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε καὶ γένησθε ἐμοὶ μαθηταί. | 8 ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε· καὶ γενήσεσθε ἐμοὶ μαθηταί. |
My Father is glorified by this, that you may bear much fruit, and so become my disciples. | My Father is glorified by this, that you may bear much fruit, and so become my disciples. |
15:9 καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ὑμᾶς ἠγάπησα· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. | 9 καθὼς ἠγάπησέ με ὁ πατήρ, κἀγὼ ἠγάπησα· ὑμᾶς· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. |
Just as the Father has loved me, even so I have loved you; remain in my love. | Just as the Father has loved me, even so I have loved you; remain in my love. |
15:10 ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. | 10 ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου· καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. |
If you keep my commandments, you will remain in my love; just as I have kept my Father's commandments and remain in his love. | If you keep my commandments, you will remain in my love; just as I have kept my Father's commandments and remain in his love. |
15:11 Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ᾖ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. | 11 Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. |
These things I have spoken to you so that my joy may be in you, and that your joy may be made full. | These things I have spoken to you so that my joy may remain in you, and that your joy may be made full. |
15:12 αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς. | 12 αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς. |
“This is my commandment, that you might love one another, just as I have loved you. | “This is my commandment, that you might love one another, just as I have loved you. |
15:13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. | 13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. |
Greater love has no one than this, that one might lay down his life for his friends. | Greater love has no one than this, that one might lay down his life for his friends. |
15:14 ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ἃ ἐγὼ ἐντέλλομαι ὑμῖν. | 14 ὑμεῖς φίλοι μου ἐστέ, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. |
You are my friends if you do what I command you. | You are my friends if you do what I command you. |
15:15 οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν. | 15 οὐκέτι ὑμᾶς λέγω δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου, ἐγνώρισα ὑμῖν. |
No longer do I call you slaves, because the slave doesn't know what his master is doing; but I have called you friends, because all things that I have heard from my Father I have made known to you. | No longer do I call you slaves, because the slave doesn't know what his master is doing; but I have called you friends, because all things that I have heard from my Father I have made known to you. |
15:16 οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὅ τι ἄν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν. | 16 οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς, ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ· ἵνα ὃ τι ἄν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν. |
You didn't choose me but I chose you, and appointed you that you might go and bear fruit, and that your fruit would remain, so that whatever you ask of the Father in my name he may give to you. | You didn't choose me but I chose you, and appointed you that you might go and bear fruit, and that your fruit would remain, so that whatever you ask of the Father in my name he may give to you. |
15:17 ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. | 17 ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. |
This I command you, that you might love one another. | This I command you, that you might love one another. |
15:18 Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. | 18 Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. |
“If the world hates you, know that it has hated me first before you. | “If the world hates you, know that it has hated me first before you. |
15:19 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἄν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. | 19 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἄν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. |
If you were of the world, the world would love its own; but because you are not of the world, but I chose you out of the world, because of this the world hates you. | If you were of the world, the world would love its own; but because you are not of the world, but I chose you out of the world, because of this the world hates you. |
15:20 μνημονεύετε
τοῦ
λόγου
οὗ
ἐγὼ
εἶπον
ὑμῖν,
οὐκ
ἔστιν
δοῦλος
μείζων
τοῦ
κυρίου
αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. |
20 μνημονεύετε
τοῦ
λόγου
οὗ
ἐγὼ
εἶπον
ὑμῖν,
οὐκ
ἔστι
δοῦλος
μείζων
τοῦ
κυρίου
αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. |
Remember the word that I said to you, ‘A slave is not greater than his master.' If they persecuted me, they will also persecute you; if they kept my word, they will keep yours too. | Remember the word that I said to you, ‘A slave is not greater than his master.' If they persecuted me, they will also persecute you; if they kept my word, they will keep yours too. |
15:21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με. | 21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. |
But all these things they will do to you for my name's sake, because they don't know the one who sent me. | But all these things they will do to you for my name's sake, because they don't know the one who sent me. |
15:22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν. | 22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. |
If I had not come and spoken to them, they would not have sin, but now they have no excuse for their sin. | If I had not come and spoken to them, they would not have sin, but now they have no excuse for their sin. |
15:23 ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. | 23 ὁ ἐμὲ μισῶν, καὶ τὸν πατέρα μου μισεῖ. |
He who hates me hates my Father too. | He who hates me hates my Father too. |
15:24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου. | 24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου· |
If I had not done among them the works which no one else did, they would not have sin; but now they have both seen and hated me and my Father too. | If I had not done among them the works which no one else did, they would not have sin; but now they have both seen and hated me and my Father too. |
15:25 ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος ὅτι ἐμίσησάν με δωρεάν. | 25 ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. |
But in order that the word might be fulfilled in their Torah, it is written, ‘They hated me without a cause.'1 | But in order that the word might be fulfilled in their Torah, it is written, ‘They hated me without a cause.'1 |
1 Psalm 35:19; 69:4
15:26 Ὅταν ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· | 26 Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· |
“When the Advocate comes, whom I will send to you from the Father, that is the Spirit of truth who proceeds from the Father, he will testify concerning me, | “When the Advocate comes, whom I will send to you from the Father, that is the Spirit of truth who proceeds from the Father, he will testify concerning me, |
15:27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. | 27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. |
and you will testify also, because you have been with me from the beginning. | and you will testify also, because you have been with me from the beginning. |