top 1 Esdras ch 1
Chapter 1
Josiah’s Unprecedented Passover
1 Καὶ ἤγαγεν Ἰωσίας τὸ πάσχα ἐν Ἱερουσαλὴμ τῷ κυρίῳ αὐτοῦ, καὶ ἔθυσε τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου 2 στήσας τοὺς ἱερεῖς κατ' ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ κυρίου. 3 καὶ εἶπε τοῖς Λευΐταις, ἱεροδούλοις τοῦ Ἰσραήλ, ἁγιάσαι ἑαυτοὺς τῷ κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ κυρίου ἐν τῷ οἴκῳ, ᾠκοδόμησεν Σαλωμὼν τοῦ Δαυὶδ βασιλεύς. 4 Οὐκ ἔσται ὑμῖν ἆραι ἐπ' ὤμων αὐτήν· καὶ νῦν λατρεύετε τῷ κυρίῳ θεῷ ὑμῶν καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ Ἰσραὴλ καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶν 5 κατὰ τὴν γραφὴν Δαυὶδ βασιλέως Ἰσραὴλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμὼν τοῦ υἱοῦ αὐτοῦ καὶ στάντες ἐν τῷ ἱερῷ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευιτῶν τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραὴλ ἐν τάξει 6 θύσατε τὸ πάσχα καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν καὶ ποιήσατε τὸ πάσχα κατὰ τὸ πρόσταγμα τοῦ κυρίου τὸ δοθὲν τῷ Μωυσῇ. 1 And Josiah celebrated the Passover in Jerusalem to his Lord, and he sacrificed the Passover lamb on the fourteenth day of the first month, 2 having stationed the priests according to their daily divisions, arrayed in their vestments, in the temple of the Lord. 3 And he spoke to the Levites, the temple servants (ierodoulois) of Israel, that they should sanctify themselves to the Lord upon the placement of the holy Ark of the Lord in the house which Solomon, the son of King David, had built: 4 “It shall no longer be necessary for you to carry it upon your shoulders; so now, serve the Lord your God and minister to His nation, Israel. Prepare yourselves by your ancestral houses and your tribes, according to the writing of David, king of Israel, and according to the magnificence of Solomon his son. 5 And stand in the holy place according to the ancestral division of you Levites, who stand before your brothers, the children of Israel. 6 In due order sacrifice the Passover lamb, and prepare the sacrifices for your brothers, and celebrate the Passover according to the commandment of the Lord given to Moses.”
The Royal and Aristocratic Endowments
7 καὶ ἐδωρήσατο Ἰωσίας τῷ λαῷ τῷ εὑρεθέντι ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας, μόσχους τρισχιλίους· ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη κατ' ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευΐταις. 8 καὶ ἔδωκεν Χελκίας καὶ Ζαχαρίας καὶ Ἠσυηλὸς οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πάσχα πρόβατα δισχίλια, μόσχους τριακοσίους. 9 καὶ Ἰεχονίας καὶ Σαμαίας καὶ Ναθαναὴλ ἀδελφὸς καὶ Ἁσαβίας καὶ Ὀχιηλὸς καὶ Ἰωρὰμ χιλίαρχοι ἔδωκαν τοῖς Λευΐταις εἰς πάσχα πρόβατα πεντακισχίλια, μόσχους ἑπτακοσίους. 7 And Josiah donated to the people who were present thirty thousand lambs and young goats, and three thousand calves; these were given from the royal estates, according to promise, to the people, the priests, and the Levites. 8 And Hilkiah, Zechariah, and Jehiel, the overseers of the temple, gave to the priests for the Passover two thousand six hundred sheep and three hundred calves. 9 And Jeconiah, Shemaiah, Nethanel his brother, Hashabiah, Ochiel, and Joram, commanders of thousands, gave to the Levites for the Passover five thousand sheep and seven hundred calves.
The Execution of the Ritual Mechanics
10 καὶ ταῦτα τὰ γενόμενα· εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται 11 ἔχοντες τὰ ἄζυμα κατὰ τὰς φυλὰς 12 καὶ κατὰ τὰς μεριδαρχίας τῶν πατέρων ἔμπροσθεν τοῦ λαοῦ προσενεγκεῖν τῷ κυρίῳ κατὰ τὰ γεγραμμένα ἐν βιβλίῳ Μωυσῇ, καὶ οὕτω τὸ πρωινόν. 13 καὶ ὤπτησαν τὸ πάσχα πυρὶ ὡς καθήκει καὶ τὰς θυσίας ἥψησαν ἐν τοῖς χαλκείοις καὶ λέβησιν μετ' εὐωδίας καὶ ἀπήνεγκαν πᾶσι τοῖς ἐκ τοῦ λαοῦ. 14 μετὰ δὲ ταῦτα ἡτοίμασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών· οἱ γὰρ ἱερεῖς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας, καὶ οἱ Λευῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών. 15 καὶ οἱ ἱεροψάλται υἱοὶ Ἀσὰφ ἦσαν ἐπὶ τῆς τάξεως αὐτῶν κατὰ τὰ ὑπὸ Δαυὶδ τεταγμένα καὶ Ἀσὰφ καὶ Ζαχαρίας καὶ Ἐδδινοὺς οἱ παρὰ τοῦ βασιλέως, καὶ οἱ θυρωροὶ ἐφ' ἑκάστου πυλῶνος· οὐκ ἔστιν παραβῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐφημερίαν, οἱ γὰρ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς. 10 And these were the things that took place: the priests stood in fine array and the Levites held the unleavened bread according to tribes and according to the ancestral divisions before the people, to offer to the Lord according to the things written in the book of Moses; and so they did for the morning sacrifice. 11 And they roasted the Passover lamb with fire, as was fitting, and they boiled the sacrifices in the bronze vessels and cauldrons with a sweet aroma, and carried them out to all those of the people. 12 And after these things, they made preparations for themselves and for the priests, their brothers, the sons of Aaron. 13 For the priests were offering the fat until a late hour (eōs aōrias), and so the Levites made preparations for themselves and for the priests, their brothers, the sons of Aaron. 14 And the sacred singers, the sons of Asaph, were at their stations according to the arrangements made by David, and Asaph, and Zechariah, and Eddinus, who was from the king. 15 And the gatekeepers were at each gate; it was not possible for anyone to leave his daily division, for their brothers, the Levites, made preparations for them.
Evaluation of Josiah's Reign
16 καὶ συνετελέσθη τὰ τῆς θυσίας τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἀχθῆναι τὸ πάσχα καὶ προσενεχθῆναι τὰς θυσίας ἐπὶ τὸ τοῦ κυρίου θυσιαστήριον κατὰ τὴν ἐπιταγὴν τοῦ βασιλέως Ἰωσίου. 17 καὶ ἠγάγοσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες ἐν τῷ καιρῷ τούτῳ τὸ πάσχα καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἡμέρας ἑπτά. 18 καὶ οὐκ ἤχθη τὸ πάσχα τοιοῦτο ἐν τῷ Ἰσραὴλ ἀπὸ τῶν χρόνων Σαμουὴλ τοῦ προφήτου, 19 καὶ πάντες οἱ βασιλεῖς τοῦ Ἰσραὴλ οὐκ ἠγάγοσαν πάσχα τοιοῦτον, οἷον ἤγαγεν Ἰωσίας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ Ἰουδαῖοι καὶ πᾶς Ἰσραὴλ οἱ εὑρεθέντες ἐν τῇ κατοικήσει αὐτῶν ἐν Ἱερουσαλήμ· 20 ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ἰωσίου ἤχθη τὸ πάσχα τοῦτο.— 21 καὶ ὠρθώθη τὰ ἔργα Ἰωσίου ἐνώπιον τοῦ κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας. 22 καὶ τὰ κατ' αὐτὸν δὲ ἀναγέγραπται ἐν τοῖς ἔμπροσθεν χρόνοις, περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν κύριον παρὰ πᾶν ἔθνος καὶ βασιλείαν, καὶ ἐλύπησαν αὐτὸν ἐν αἰσθήσει, καὶ οἱ λόγοι τοῦ κυρίου ἀνέστησαν ἐπὶ Ἰσραὴλ. 16 And the things concerning the sacrifice of the Lord were completed on that day, that the Passover should be celebrated and the sacrifices brought upon the altar of the Lord according to the command of King Josiah. 17 And the children of Israel who were present at that time celebrated the Passover and the Feast of Unleavened Bread for seven days. 18 And such a Passover had not been celebrated in Israel since the times of Samuel the prophet. 19 Not one of the kings of Israel had celebrated such a Passover as Josiah did, along with the priests, the Levites, the Jews, and all Israel that was found residing in Jerusalem. 20 In the eighteenth year of the reign of Josiah, this Passover was celebrated. 21 And the works of Josiah were directed aright before his Lord, with a heart full of godliness. 22 And the things concerning him have been inscribed in the records of former times, concerning those who sinned and acted impiously against the Lord more than any other nation or kingdom, and how they grieved Him to the core (en aisthēsei), and the words of the Lord rose up against Israel.
The Fatal Intervention at Megiddo
23 Καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην Ἰωσίου συνέβη Φαραὼ βασιλέα Αἰγύπτου ἐλθόντα πόλεμον ἐγεῖραι ἐν Χαρκαμὺς ἐπὶ τοῦ Εὐφράτου, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῷ Ἰωσίας. 24 καὶ διεπέμψατο βασιλεὺς Αἰγύπτου πρὸς αὐτὸν λέγων Τί ἐμοὶ καὶ σοί ἐστιν, βασιλεῦ τῆς Ἰουδαίας; 25 οὐχὶ πρὸς σὲ ἐξαπέσταλμαι ὑπὸ κυρίου τοῦ θεοῦ, ἐπὶ γὰρ τοῦ Εὐφράτου πόλεμός μού ἐστιν. καὶ νῦν κύριος μετ' ἐμοῦ ἐστιν, καὶ κύριος μετ' ἐμοῦ ἐπισπεύδων ἐστίν· ἀπόστηθι καὶ μὴ ἐναντιοῦ τῷ κυρίῳ. 26 καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ἰωσίας ἐπὶ τὸ ἅρμα αὐτοῦ, ἀλλὰ πολεμεῖν αὐτὸν ἐπιχειρεῖ οὐ προσέχων ῥήμασιν Ἱερεμίου προφήτου ἐκ στόματος κυρίου· 27 ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μαγεδδαούς, καὶ κατέβησαν οἱ ἄρχοντες πρὸς τὸν βασιλέα Ἰωσίαν. 28 καὶ εἶπεν βασιλεὺς τοῖς παισὶν αὐτοῦ Ἀποστήσατέ με ἀπὸ τῆς μάχης, ἠσθένησα γὰρ λίαν. καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τῆς παρατάξεως, 29 καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα τὸ δευτέριον αὐτοῦ· καὶ ἀποκατασταθεὶς εἰς Ἱερουσαλὴμ μετήλλαξεν τὸν βίον αὐτοῦ καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ. 30 καὶ ἐν ὅλῃ τῇ Ἰουδαίᾳ ἐπένθησαν τὸν Ἰωσίαν, καὶ ἐθρήνησεν Ἱερεμίας προφήτης ὑπὲρ Ἰωσίου, καὶ οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐξεδόθη τοῦτο γίνεσθαι αἰεὶ εἰς ἅπαν τὸ γένος Ἰσραὴλ. 31 ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βύβλῳ τῶν ἱστορουμένων περὶ τῶν βασιλέων τῆς Ἰουδαίας· καὶ τὸ καθ' ἓν πραχθὲν τῆς πράξεως Ἰωσίου καὶ τῆς δόξης αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ κυρίου, τά τε προπραχθέντα ὑπ' αὐτοῦ καὶ τὰ νῦν, ἱστόρηται ἐν τῷ βυβλίῳ τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα. 23 And after all this performance by Josiah, it happened that Pharaoh, king of Egypt, came to stir up war at Carchemish on the Euphrates, and Josiah went out to meet him. 24 And the king of Egypt sent word to him, saying: “What is there between me and you, king of Judea? 25 I have not been sent against you by the Lord God; for my war is upon the Euphrates. And now the Lord is with me, and the Lord is with me urging me on; stand back, and do not oppose the Lord.” 26 And Josiah did not turn himself back to his chariot, but attempted to fight him, paying no attention to the words of Jeremiah the prophet from the mouth of the Lord. 27 Instead, he joined battle with him in the plain of Megiddo, and the rulers came down against King Josiah. 28 And the king said to his servants: “Take me away from the battle, for I am exceedingly weak.” And immediately his servants took him out of the battle line, 29 and he got up into his second chariot; and having been brought back to Jerusalem, he departed this life and was buried in the ancestral tomb. 30 And they mourned Josiah in all Judea, and Jeremiah the prophet lamented for Josiah, and the presiding men with their wives lament him to this day; and it was ordained that this should always happen for the whole race of Israel. 31 These things are written in the book of histories concerning the kings of Judea; and each single deed of Josiah's action, his glory, and his understanding (syneseōs) in the Law of the Lord, both the things previously performed by him and the things now, are narrated in the book of the kings of Israel and Judah.
The Rapid Descent: Jehoahaz to Zedekiah
32 Καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν Ἰεχονίαν υἱὸν Ἰωσίου ἀνέδειξαν βασιλέα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ ὄντα ἐτῶν εἴκοσι τριῶν. 33 καὶ ἐβασίλευσεν ἐν Ἰούδα καὶ Ἱερουσαλὴμ μῆνας τρεῖς. καὶ ἀπεκατέστησεν αὐτὸν βασιλεὺς Αἰγύπτου βασιλεύειν ἐν Ἱερουσαλὴμ 34 καὶ ἐζημίωσεν τὸ ἔθνος ἀργυρίου ταλάντοις ἑκατὸν καὶ χρυσίου ταλάντῳ ἑνί. 35 καὶ ἀνέδειξεν βασιλεὺς Αἰγύπτου βασιλέα Ἰωακὶμ τὸν ἀδελφὸν αὐτοῦ, βασιλέα τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ. 36 καὶ ἔδησεν Ἰωακὶμ τοὺς μεγιστᾶνας, Ζάριον δὲ τὸν ἀδελφὸν αὐτοῦ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου. 37 Ἐτῶν δὲ ἦν εἴκοσι πέντε Ἰωακίμ, ὅτε ἐβασίλευσεν τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ, καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου. 38 ἐπ' αὐτὸν δὲ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ δήσας αὐτὸν ἐν χαλκείῳ δεσμῷ ἀπήγαγεν εἰς Βαβυλῶνα. 39 καὶ ἀπὸ τῶν ἱερῶν σκευῶν τοῦ κυρίου λαβὼν Ναβουχοδονόσορ καὶ ἀπενέγκας ἀπηρείσατο ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι. 40 τὰ δὲ ἱστορηθέντα περὶ αὐτοῦ καὶ τῆς αὐτοῦ ἀκαθαρσίας καὶ δυσσεβείας ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν χρόνων τῶν βασιλέων. 32 And the people of the nation took Jeconiah [Jehoahaz] the son of Josiah and appointed him king instead of Josiah his father, when he was twenty-three years old. 33 And he reigned over Israel and Jerusalem for three months. And the king of Egypt deposed him from reigning in Jerusalem, 34 and fined the nation one hundred talents of silver and one talent of gold. 35 And the king of Egypt appointed his brother Jehoiakim king of Judea and Jerusalem. 36 And Jehoiakim bound the nobles, and seizing Zarakes his brother, he brought him out of Egypt. 37 Jehoiakim was twenty-five years old when he became king of Judea and Jerusalem, and he did what was evil before the Lord. 38 And after him, Nebuchadnezzar, king of Babylon, came up, and having bound him with bronze fetters, he carried him away to Babylon. 39 And Nebuchadnezzar took some of the holy vessels of the Lord, carried them off, and deposited them in his own temple in Babylon. 40 The things recorded about him, his uncleanness, and his impiety are written in the book of the chronicles of the kings.
41 Καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἰωακὶμ υἱὸς αὐτοῦ· ὅτε γὰρ ἀνεδείχθη, ἦν ἐτῶν δέκα ὀκτώ, 42 βασιλεύει δὲ μῆνας τρεῖς καὶ ἡμέρας δέκα ἐν Ἱερουσαλὴμ καὶ ἐποίησεν τὸ πονηρὸν ἔναντι κυρίου. 43 Καὶ μετ' ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονόσορ μετήγαγεν αὐτὸν εἰς Βαβυλῶνα ἅμα τοῖς ἱεροῖς σκεύεσιν τοῦ κυρίου 44 καὶ ἀνέδειξε Σεδεκίαν βασιλέα τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ, Σεδεκίαν ὄντα ἐτῶν εἴκοσι ἑνός, βασιλεύει δὲ ἔτη ἕνδεκα. 45 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ οὐκ ἐνετράπη ἀπὸ τῶν ῥηθέντων λόγων ὑπὸ Ἱερεμίου τοῦ προφήτου ἐκ στόματος τοῦ κυρίου. 46 καὶ ὁρκισθεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονόσορ τῷ ὀνόματι τοῦ κυρίου ἐπιορκήσας ἀπέστη καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα κυρίου θεοῦ Ἰσραὴλ. 41 And Jehoiachin his son reigned in his place; for when he was appointed, he was eight years old. 42 He reigned three months and ten days in Jerusalem, and did what was evil before the Lord. 43 And after a year, Nebuchadnezzar sent and transferred him to Babylon along with the holy vessels of the Lord, 44 and appointed Zedekiah king of Judea and Jerusalem when he was twenty-one years old; and he reigned eleven years. 45 And he did what was evil before the Lord, and did not feel shame before the words spoken by Jeremiah the prophet from the mouth of the Lord. 46 And though he had been bound by an oath from King Nebuchadnezzar in the name of the Lord, he broke his oath and revolted; and hardening his neck and his heart, he transgressed the ordinances of the Lord God of Israel.
The Fall of Jerusalem and the Exhaustion of Land
47 καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων πολλὰ ἠσέβησαν καὶ ἠνόμησαν ὑπὲρ πάσας τὰς ἀκαθαρσίας πάντων τῶν ἐθνῶν καὶ ἐμίαναν τὸ ἱερὸν τοῦ κυρίου τὸ ἁγιαζόμενον ἐν Ἰεροσολύμοις. 48 καὶ ἀπέστειλεν θεὸς τῶν πατέρων αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς, καθὸ ἐφείδετο αὐτῶν καὶ τοῦ σκηνώματος αὐτοῦ. 49 αὐτοὶ δὲ ἐξεμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ, καὶ ἡμέρᾳ ἐλάλησεν κύριος, ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ ἕως τοῦ θυμωθέντα αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπ' αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων. 50 οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ περικύκλῳ τοῦ ἁγίου αὐτῶν ἱεροῦ καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου καὶ πρεσβύτου καὶ νεωτέρου, ἀλλὰ πάντας παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν. 51 καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ κυρίου τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τὰς κιβωτοὺς τοῦ κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλῶνα. 52 καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ κυρίου καὶ ἔλυσαν τὰ τείχα Ἰεροσολύμων καὶ τοὺς πύργους αὐτῶν ἐνεπύρισαν ἐν πυρὶ 53 καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρεῶσαι· καὶ τοὺς ἐπιλοίπους ἀπήγαγεν μετὰ ῥομφαίας εἰς Βαβυλῶνα. 54 καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι τοῦ βασιλεῦσαι Πέρσας εἰς ἀναπλήρωσιν τοῦ ῥήματος τοῦ κυρίου ἐν στόματι Ἱερεμίου 55 Ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς, πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς, σαββατιεῖ εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα. 47 Likewise, the leaders of the people and of the priests committed many impieties, even beyond all the uncleannesses of all the nations, and defiled the temple of the Lord which was sanctified in Jerusalem. 48 And the God of their fathers sent through His messenger to recall them, because He was sparing them and His dwelling place. 49 But they mocked His messengers, and on the day the Lord spoke, they were scoffing at His prophets, until He became infuriated against His nation because of their impieties, and commanded to bring up against them the kings of the Chaldeans. 50 These slaughtered their young men with the sword round about their holy temple, and spared neither young man nor virgin, neither old man nor youth, but He delivered them all into their hands. 51 And taking all the holy vessels of the Lord, the large and the small, and the arks of the Lord, and the royal storehouses, they carried them off to penalties in Babylon. 52 And they set fire to the house of the Lord, broke down the walls of Jerusalem, and burned her towers with fire. 53 And they completely finished ruining all her glorious things, and he led the survivors away with the sword to Babylon. 54 And they were servants to him and to his sons until the Persians came to reign, to fulfill the word of the Lord by the mouth of Jeremiah: 55 “Until the land has enjoyed its Sabbaths, all the time of its desolation it shall keep Sabbath, to the completion of seventy years.”

Insights & Observations

1. The Kinetic Relocation of Sacred Duties (v. 3–4)

Josiah's speech to the Levites contains a monumental administrative shift with deep physical implications: “It shall no longer be necessary for you to carry it upon your shoulders.”

Ever since the wilderness wanderings, the primary ontological definition of a Levite was a specialized beast of burden designed to transport the lethal weight of the Ark.

By permanently parking the Ark in Solomon’s architecture, Josiah effectively divorces the Levites from their primal kinetic purpose. Their bodies are repurposed from mobile porters to systemic liturgists and logistical culinary experts for the massive crowds.


2. The Late-Night Fat Economy (v. 13)

The operational reality of a massive state festival is illustrated by a striking time-marker in verse 13: “For the priests were offering the fat until a late hour” (eōs aōrias).

The term aōria means unseasonable hours, deep night, or the dead of night.

The sheer scale of Josiah’s livestock donation (33,000 royal animals plus thousands more from nobles) created an extreme industrial bottleneck at the altar. The text allows us to see behind the theological triumph to glimpse the visceral physical reality: exhausted priests standing ankle-deep in blood, burning fat over blinding fires long past midnight, while the Levites run support lines to feed the gatekeepers who cannot leave their posts.


3. Cosmic Insult: Grieving God En Aisthēsei (v. 22)

When describing the systemic sins of past generations, the text notes that they elypēsan auton en aisthēsei ("grieved Him to the core" or "sensibly/perceptibly hurt Him").

The noun aisthēsis denotes physical sensation, sense-perception, or raw feeling.

Rather than depicting God’s offense as a purely legalistic calculation of broken statutes, 1 Esdras frames the national apostasy as an act that caused God acute, visceral pain. The phrase implies that human rebellion registers directly within the divine "nervous system," converting systemic social injustice into a localized emotional trauma for the Creator.


4. Megiddo as the Reversal of Prophetic Hearing (v. 25–26)

Josiah’s tragic end at Megiddo is treated as a profound failure of epistemological discernment:

Pharaoh Necho delivers a divine warning, explaining that God is with him, “urging me on” (v. 25). Josiah, famous for his responsiveness to the Law, suddenly develops severe spiritual deafness.

The text explicitly states that Josiah ignored rhēmasin Ieremiou prophētou ("the words of Jeremiah the prophet", v. 26). In this tragic ironic twist, the great reformer who purged the land of false deities falls in battle because he fails to recognize the authentic voice of his own God when it issues from the mouth of a pagan Pharaoh and a weeping prophet.


5. Agrarian Repercussions: The Sabbath Debt (v. 55)

The rationale for the seventy-year Babylonian exile is grounded in a precise ecological accounting system: “Until the land has enjoyed its Sabbaths... it shall keep Sabbath.”

This is a direct reference to the radical land laws of Leviticus 25 and 26. For centuries, the royal market economy systematically ignored the mandatory fallow years, overworking the soil to extract continuous capital.

The exile is thus framed as a forced legal repossession of time by the ecosystem. The land itself is personified as an exhausted laborer entering a forced rest to balance its historical books. The seventy years of human captivity are mathematically matched to the unpaid agricultural debt owed to the dirt.