top 1 Kings ch 10

Chapter 10

The Queen of Sheba

1 καὶ βασίλισσα Σαβὰ ἤκουσεν τὸ ὄνομα Σαλωμὼν καὶ τὸ ὄνομα κυρίου καὶ ἦλθεν πειράσαι αὐτὸν ἐν αἰνίγμασιν· 2 καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα, καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον, καὶ εἰσῆλθεν πρὸς Σαλωμὼν καὶ ἐλάλησεν αὐτῷ πάντα, ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς. 3 καὶ ἀπήγγειλεν αὐτῇ Σαλωμὼν πάντας τοὺς λόγους αὐτῆς· οὐκ ἦν λόγος παρεωραμένος παρὰ τοῦ βασιλέως, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ. 4 καὶ εἶδεν βασίλισσα Σαβὰ πᾶσαν φρόνησιν Σαλωμὼν καὶ τὸν οἶκον, ὃν ᾠκοδόμησεν, 5 καὶ τὰ βρώματα Σαλωμὼν καὶ τὴν καθέδραν παίδων αὐτοῦ καὶ τὴν στάσιν λειτουργῶν αὐτοῦ καὶ τὸν ἱματισμὸν αὐτοῦ καὶ τοὺς οἰνοχόους αὐτοῦ καὶ τὴν ὁλοκαύτωσιν αὐτοῦ, ἣν ἀνέφερεν ἐν οἴκῳ κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο. 6 καὶ εἶπεν πρὸς τὸν βασιλέα Σαλωμὼν ἀληθινὸς λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τοῦ λόγου σου καὶ περὶ τῆς φρονήσεώς σου, 7 καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσίν μοι, ἕως ὅτου παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου, καὶ ἰδοὺ οὐκ ἔστιν τὸ ἥμισυ καθὼς ἀπήγγειλάν μοι, προστέθεικας ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοήν, ἣν ἤκουσα ἐν τῇ γῇ μου· 8 μακάριαι αἱ γυναῖκές σου, μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες ἐνώπιόν σου δι' ὅλου οἱ ἀκούοντες πᾶσαν τὴν φρόνησίν σου· 9 γένοιτο κύριος θεός σου εὐλογημένος, ὃς ἠθέλησεν ἐν σοί δοῦναί σὲ ἐπὶ θρόνου Ἰσραήλ· διὰ τὸ ἀγαπᾶν κύριον τὸν Ἰσραὴλ στῆσαι εἰς τὸν αἰῶνα καὶ ἔθετό σὲ βασιλέα ἐπ' αὐτοὺς τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ καὶ ἐν κρίμασιν αὐτῶν.

10 καὶ ἔδωκεν τῷ Σαλωμὼν ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἡδύσματα πολλὰ σφόδρα καὶ λίθον τίμιον· οὐκ ἐληλύθει κατὰ τὰ ἡδύσματα ἐκεῖνα ἔτι εἰς πλῆθος, ἔδωκεν βασίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμών.

11 καὶ ναῦς Χιρὰμ αἴρουσα τὸ χρυσίον ἐκ Σουφὶιρ ἤνεγκεν ξύλα ἀπελέκητα πολλὰ σφόδρα καὶ λίθον τίμιον· 12 καὶ ἐποίησεν βασιλεὺς τὰ ξύλα τὰ ἀπελέκητα ὑποστηρίγματα τοῦ οἴκου κυρίου καὶ τοῦ οἴκου τοῦ βασιλέως καὶ νάβλας καὶ κινύρας τοῖς ᾠδοῖς· οὐκ ἐληλύθει τοιαῦτα ξύλα ἀπελέκητα ἐπὶ τῆς γῆς οὐδὲ ὤφθησάν που ἕως τῆς ἡμέρας ταύτης. 13 καὶ βασιλεὺς Σαλωμὼν ἔδωκεν τῇ βασιλίσσῃ Σαβὰ πάντα, ὅσα ἠθέλησεν, ὅσα ᾐτήσατο, ἐκτὸς πάντων, ὧν δεδώκει αὐτῇ διὰ χειρὸς τοῦ βασιλέως Σαλωμών· καὶ ἀπεστράφη καὶ ἦλθεν εἰς τὴν γῆν αὐτῆς, αὐτὴ καὶ πάντες οἱ παῖδες αὐτῆς.

Wealth, Splendor and Wisdom

14 καὶ ἦν σταθμὸς τοῦ χρυσίου τοῦ ἐληλυθότος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια καὶ ἑξήκοντα ἓξ τάλαντα χρυσίου 15 χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπόρων καὶ πάντων τῶν βασιλέων τοῦ πέραν καὶ τῶν σατραπῶν τῆς γῆς.

16 καὶ ἐποίησεν Σαλωμὼν τριακόσια δόρατα χρυσᾶ ἐλατά τριακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸ δόρυ τὸ ἕν 17 καὶ τριακόσια ὅπλα χρυσᾶ ἐλατά τρεῖς μναῖ χρυσίου ἐνῆσαν εἰς τὸ ὅπλον τὸ ἕν καὶ ἔδωκεν αὐτὰ εἰς οἶκον δρυμοῦ τοῦ Λιβάνου.

18 καὶ ἐποίησεν βασιλεὺς θρόνον ἐλεφάντινον μέγαν καὶ περιεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ· 19 ἓξ ἀναβαθμοὶ τῷ θρόνῳ, καὶ προτομαὶ μόσχων τῷ θρόνῳ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ χεῖρες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ τόπου τῆς καθέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τὰς χεῖρας, 20 καὶ δώδεκα λέοντες ἑστῶτες ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν· καὶ ἔνθεν οὐ γέγονεν οὕτως πάσῃ βασιλείᾳ. 21 καὶ πάντα τὰ σκεύη τοῦ πότου Σαλωμὼν χρυσᾶ καὶ λουτῆρες χρυσοῖ, πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ συγκεκλεισμένα, οὐκ ἦν ἀργύριον, ὅτι οὐκ ἦν λογιζόμενον ἐν ταῖς ἡμέραις Σαλωμών· 22 ὅτι ναῦς Θαρσὶς τῷ βασιλεῖ ἐν τῇ θαλάσσῃ μετὰ τῶν νηῶν Χιράμ, μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ ναῦς ἐκ Θαρσὶς χρυσίου καὶ ἀργυρίου καὶ λίθων τορευτῶν καὶ πελεκητῶν.

22a [MT=9:15] αὕτη ἦν πραγματεία τῆς προνομῆς, ἧς ἀνήνεγκεν βασιλεὺς Σαλωμὼν οἰκοδομῆσαι τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τὸ τεῖχος Ἱερουσαλὴμ καὶ τὴν ἄκραν τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ καὶ τὴν Ἀσσοὺρ καὶ τὴν Μαγδὰν καὶ τὴν Γαζὲρ [MT=9:17] καὶ τὴν Βαιθωρὼν τὴν ἀνωτέρω [MT=9:18] καὶ τὴν Ἰεθερμὰθ [MT=9:19] καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ πάσας τὰς πόλεις τῶν ἱππέων καὶ τὴν πραγματείαν Σαλωμών, ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ γῇ τοῦ μὴ κατάρξαι αὐτοῦ. 22b [MT=9:20] πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Ἀμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Εὐαίου καὶ τοῦ Ἰεβουσαίου καὶ τοῦ Γεργεσαίου τῶν μὴ ἐκ τῶν υἱῶν Ἰσραὴλ ὄντων, [MT=9:21] τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετ' αὐτοὺς ἐν τῇ γῇ, οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ Ἰσραὴλ ἐξολεθρεῦσαι αὐτούς, καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης. 22c [MT=9:22] καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκε Σαλωμὼν εἰς πρᾶγμα, ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ καὶ ἱππεῖς αὐτοῦ.

23 καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει. 24 καὶ πάντες βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ, ἧς ἔδωκεν κύριος ἐν τῇ καρδίᾳ αὐτοῦ. 25 καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα αὐτοῦ, σκεύη χρυσᾶ καὶ ἱματισμόν, στακτὴν καὶ ἡδύσματα καὶ ἵππους καὶ ἡμιόνους, τὸ κατ' ἐνιαυτὸν ἐνιαυτόν. 26 καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτὰς ἐν ταῖς πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ἱερουσαλήμ. 26a [MT=4:21] καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.

27 καὶ ἔδωκεν βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἱερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος. 28 καὶ ἔξοδος τῶν ἵππων Σαλωμὼν ἐξ Αἰγύπτου καὶ ἐκ Θεκουέ, ἔμποροι τοῦ βασιλέως ἐλάμβανον ἐκ Θεκουὲ ἐν ἀλλάγματι· 29 καὶ ἀνέβαινεν ἔξοδος ἐξ Αἰγύπτου, ἅρμα ἀντὶ ἑκατὸν ἀργυρίου καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου· καὶ οὕτω πᾶσιν τοῖς βασιλεῦσιν Χεττιὶν καὶ βασιλεῦσιν Συρίας κατὰ θάλασσαν ἐξεπορεύοντο.