top 1 Kings ch 11

Chapter 11

Solomon Turns from God

1 καὶ βασιλεὺς Σαλωμὼν ἦν φιλογύναιος. καὶ ἦσαν αὐτῷ ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι. καὶ ἔλαβεν γυναῖκας ἀλλοτρίας καὶ τὴν θυγατέρα Φαραώ, Μωαβίτιδας, Ἀμμανίτιδας, Σύρας καὶ Ἰδουμαίας, Χετταίας καὶ Ἀμορραίας, 2 ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπεν κύριος τοῖς υἱοῖς Ἰσραὴλ οὐκ εἰσελεύσεσθε εἰς αὐτούς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσιν τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν, εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι. 3 4 καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμὼν καὶ οὐκ ἦν καρδία αὐτοῦ τελεία μετὰ κυρίου θεοῦ αὐτοῦ καθὼς καρδία Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν. 5 τότε ᾠκοδόμησεν Σαλωμὼν ὑψηλὸν τῷ Χαμὼς εἰδώλῳ Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Ἀμμὼν 6 καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων, 7 καὶ οὕτως ἐποίησεν πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν· 8 καὶ ἐποίησεν Σαλωμὼν τὸ πονηρὸν ἐνώπιον κυρίου, οὐκ ἐπορεύθη ὀπίσω κυρίου ὡς Δαυὶδ πατὴρ αὐτοῦ.

9 καὶ ὠργίσθη κύριος ἐπὶ Σαλωμών, ὅτι ἐξέκλινεν καρδίαν αὐτοῦ ἀπὸ κυρίου θεοῦ Ἰσραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς 10 καὶ ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων καὶ φυλάξασθαι ποιῆσαι ἐνετείλατο αὐτῷ κύριος θεός, 11 καὶ εἶπεν κύριος πρὸς Σαλωμὼν ἀνθ' ὧν ἐγένετο ταῦτα μετὰ σοῦ καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. 12 πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου λήμψομαι αὐτήν. 13 πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυὶδ τὸν δοῦλόν μου καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην.

God Raises Adversaries

14 καὶ ἤγειρεν κύριος σαταν τῷ Σαλωμὼν τὸν Ἀδὲρ τὸν Ἰδουμαῖον [MT=11:23] καὶ τὸν Ἑσρὼμ υἱὸν Ἐλιαδαὲ τὸν ἐν Ῥαεμμὰθ Ἀδραζὰρ βασιλέα Σουβὰ κύριον αὐτοῦ· [MT=11:24] καὶ συνηθροίσθησαν ἐπ' αὐτὸν ἄνδρες, καὶ ἦν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμασέκ· [MT=11:25] καὶ ἦσαν σαταν τῷ Ἰσραὴλ πάσας τὰς ἡμέρας Σαλωμών. καὶ Ἀδὲρ Ἰδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ἰδουμαίᾳ· 15 καὶ ἐγένετο ἐν τῷ ἐξολεθρεῦσαι Δαυὶδ τὸν Ἐδὼμ ἐν τῷ πορευθῆναι Ἰωὰβ ἄρχοντα τῆς στρατιᾶς θάπτειν τοὺς τραυματίας ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ 16 ὅτι ἓξ μῆνας ἐνεκάθητο ἐκεῖ Ἰωὰβ καὶ πᾶς Ἰσραὴλ ἐν τῇ Ἰδουμαίᾳ, ἕως ὅτου ἐξωλέθρευσεν πᾶν ἀρσενικὸν ἐκ τῆς Ἰδουμαίας 17 καὶ ἀπέδρα Ἀδέρ, αὐτὸς καὶ πάντες ἄνδρες Ἰδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ εἰσῆλθον εἰς Αἴγυπτον, καὶ Ἀδὲρ παιδάριον μικρόν· 18 καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιὰμ καὶ ἔρχονται εἰς Φαρὰν καὶ λαμβάνουσιν ἄνδρας μετ' αὐτῶν καὶ ἔρχονται πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ εἰσῆλθεν Ἀδὲρ πρὸς Φαραώ, καὶ ἔδωκεν αὐτῷ οἶκον καὶ ἄρτους διέταξεν αὐτῷ. 19 καὶ εὗρεν Ἀδὲρ χάριν ἐναντίον Φαραὼ σφόδρα, καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ, ἀδελφὴν Θεκεμίνας τὴν μείζω· 20 καὶ ἔτεκεν αὐτῷ ἀδελφὴ Θεκεμίνας τῷ Ἀδὲρ τὸν Γανηβὰθ υἱὸν αὐτῆς, καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμίνα ἐν μέσῳ υἱῶν Φαραώ, καὶ ἦν Γανηβὰθ ἐν μέσῳ υἱῶν Φαραώ.

21 καὶ Ἀδὲρ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέθνηκεν Ἰωὰβ ἄρχων τῆς στρατιᾶς· καὶ εἶπεν Ἀδὲρ πρὸς Φαραὼ ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου. 22 καὶ εἶπεν Φαραὼ τῷ Ἀδὲρ τίνι σὺ ἐλαττονῇ μετ' ἐμοῦ; καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου. καὶ εἶπεν αὐτῷ Ἀδὲρ ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με. καὶ ἀνέστρεψεν Ἀδὲρ εἰς τὴν γῆν αὐτοῦ. 23 24 25 αὕτη κακία, ἣν ἐποίησεν Ἀδέρ· καὶ ἐβαρυθύμησεν ἐν Ἰσραὴλ καὶ ἐβασίλευσεν ἐν γῇ Ἐδώμ.

26 καὶ Ἰεροβοὰμ υἱὸς Ναβὰτ Ἐφραθὶ ἐκ τῆς Σαριρὰ υἱὸς γυναικὸς χήρας δοῦλος Σαλωμών, 27 καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπήρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμών· ᾠκοδόμησεν τὴν ἄκραν, συνέκλεισεν τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, 28 καὶ ἄνθρωπος Ἰεροβοὰμ ἰσχυρὸς δυνάμει, καὶ εἶδεν Σαλωμὼν τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστίν, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ἰωσήφ.

29 καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ἰεροβοὰμ ἐξῆλθεν ἐξ Ἱερουσαλήμ, καὶ εὗρεν αὐτὸν Ἀχίας Σηλωνίτης προφήτης ἐν τῇ ὁδῷ καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ Ἀχίας περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμφότεροι ἐν τῷ πεδίῳ. 30 καὶ ἐπελάβετο Ἀχία τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ' αὐτῷ καὶ διέρρηξεν αὐτὸ δώδεκα ῥήγματα 31 καὶ εἶπεν τῷ Ἰεροβοὰμ λαβὲ σεαυτῷ δέκα ῥήγματα, ὅτι τάδε λέγει κύριος θεὸς Ἰσραὴλ ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμὼν καὶ δώσω σοί δέκα σκῆπτρα, 32 καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυὶδ καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν, ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν Ἰσραήλ, 33 ἀνθ' ὧν κατέλιπέν με καὶ ἐποίησεν τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμὼς καὶ τοῖς εἰδώλοις Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Ἀμμὼν καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ ὡς Δαυὶδ πατὴρ αὐτοῦ. 34 καὶ οὐ μὴ λάβω ὅλην τὴν βασιλείαν ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ Δαυὶδ τὸν δοῦλόν μου, ὃν ἐξελεξάμην αὐτόν. 35 καὶ λήμψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ καὶ δώσω σοί τὰ δέκα σκῆπτρα, 36 τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως θέσις τῷ δούλῳ μου Δαυὶδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλὴμ τῇ πόλει, ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι ὄνομά μου ἐκεῖ. 37 καὶ σὲ λήμψομαι καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ἰσραήλ. 38 καὶ ἔσται ἐὰν φυλάξῃς πάντα, ὅσα ἄν ἐντείλωμαί σοι, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, καθὼς ἐποίησεν Δαυὶδ δοῦλός μου, καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοί οἶκον πιστόν, καθὼς ᾠκοδόμησα τῷ Δαυίδ. 39 

40 καὶ ἐζήτησεν Σαλωμὼν θανατῶσαι τὸν Ἰεροβοάμ, καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου καὶ ἦν ἐν Αἰγύπτῳ, ἕως οὗ ἀπέθανεν Σαλωμών.

The Death of Solomon

41 καὶ τὰ λοιπὰ τῶν ῥημάτων Σαλωμὼν καὶ πάντα, ὅσα ἐποίησεν, καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ῥημάτων Σαλωμών; 42 καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν Σαλωμὼν ἐν Ἱερουσαλήμ, τεσσαράκοντα ἔτη. 43 καὶ ἐκοιμήθη Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐγενήθη [MT=12:2] ὡς ἤκουσεν Ἰεροβοὰμ υἱὸς Ναβὰτ καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ, ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ, κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρὰ τὴν ἐν ὄρει Ἐφραίμ. καὶ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, 43b [MT=11:43b] καὶ ἐβασίλευσεν Ῥοβοὰμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.