top 2 Samuel ch 3

Chapter 3

The House of David Strengthened

1 καὶ ἐγένετο πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυίδ· καὶ οἶκος Δαυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει. 2 καὶ ἐτέχθησαν τῷ Δαυὶδ υἱοὶ ἐν Χεβρών, καὶ ἦν πρωτότοκος αὐτοῦ Ἀμνὼν τῆς Ἀχινοὸμ τῆς Ἰεζραηλίτιδος, 3 καὶ δεύτερος αὐτοῦ Δαλουία τῆς Ἀβιγαίας τῆς Καρμηλίας, καὶ τρίτος Ἀβεσσαλὼμ υἱὸς Μααχὰ θυγατρὸς Θολμὶ βασιλέως Γεσὶιρ, 4 καὶ τέταρτος Ὀρνία υἱὸς Φεγγίθ, καὶ πέμπτος Σαβατία τῆς Ἀβιτάλ, 5 καὶ ἕκτος Ἰεθεραὰμ τῆς Αἰγλὰ γυναικὸς Δαυίδ· οὗτοι ἐτέχθησαν τῷ Δαυὶδ ἐν Χεβρών.

Abner Joins David

6 καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυὶδ καὶ Ἀβεννὴρ ἦν κρατῶν τοῦ οἴκου Σαούλ. 7 καὶ τῷ Σαοὺλ παλλακὴ Ῥεσφὰ θυγάτηρ Ἰάλ· καὶ εἶπεν Μεμφιβοσθὲ υἱὸς Σαοὺλ πρὸς Ἀβεννὴρ τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου; 8 καὶ ἐθυμώθη σφόδρα Ἀβεννὴρ περὶ τοῦ λόγου Μεμφιβοσθέ, καὶ εἶπεν Ἀβεννὴρ πρὸς αὐτόν μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα ἔλεος σήμερον μετὰ τοῦ οἴκου Σαοὺλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυίδ· καὶ ἐπιζητεῖς ἐπ' ἐμὲ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον· 9 τάδε ποιήσαι θεὸς τῷ Ἀβεννὴρ καὶ τάδε προσθείη αὐτῷ, ὅτι καθὼς ὤμοσεν κύριος τῷ Δαυίδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ 10 περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαοὺλ καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυὶδ ἐπὶ Ἰσραὴλ καὶ ἐπὶ τὸν Ἰούδαν ἀπὸ Δὰν ἕως Βηρσαβεέ. 11 καὶ οὐκ ἠδυνάσθη ἔτι Μεμφιβοσθὲ ἀποκριθῆναι τῷ Ἀβεννὴρ ῥῆμα ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν.

12 καὶ ἀπέστειλεν Ἀβεννὴρ ἀγγέλους πρὸς Δαυὶδ εἰς Θαιλάμ, οὗ ἦν παραχρῆμα, λέγων διάθου διαθήκην σου μετ' ἐμοῦ, καὶ ἰδοὺ χείρ μου μετὰ σοῦ τοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον Ἰσραήλ. 13 καὶ εἶπεν Δαυὶδ ἐγὼ καλῶς διαθήσομαι πρὸς σὲ διαθήκην, πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων οὐκ ὄψει τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀγάγῃς τὴν Μελχὸλ θυγατέρα Σαοὺλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου. 14 καὶ ἐξαπέστειλεν Δαυὶδ πρὸς Μεμφιβοσθὲ υἱὸν Σαοὺλ ἀγγέλους λέγων ἀπόδος μοι τὴν γυναῖκά μου τὴν Μελχόλ, ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων. 15 καὶ ἀπέστειλεν Μεμφιβοσθὲ καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς, παρὰ Φαλτιὴλ υἱοῦ Σελλὴς 16 καὶ ἐπορεύετο ἀνὴρ αὐτῆς μετ' αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακίμ· καὶ εἶπεν πρὸς αὐτὸν Ἀβεννὴρ πορεύου ἀνάστρεφε· καὶ ἀνέστρεψεν.

17 καὶ εἶπεν Ἀβεννὴρ πρὸς τοὺς πρεσβυτέρους Ἰσραὴλ λέγων ἐχθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυὶδ βασιλεύειν ἐφ' ὑμῶν· 18 καὶ νῦν ποιήσατε, ὅτι κύριος ἐλάλησεν περὶ Δαυὶδ λέγων ἐν χειρὶ τοῦ δούλου μου Δαυὶδ σώσω τὸν Ἰσραὴλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν. 19 καὶ ἐλάλησεν Ἀβεννὴρ ἐν τοῖς ὠσὶν Βενιαμίν. καὶ ἐπορεύθη Ἀβεννὴρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυὶδ εἰς Χεβρὼν πάντα, ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς Ἰσραὴλ καὶ ἐν ὀφθαλμοῖς παντὸς οἴκου Βενιαμίν. 20 καὶ ἦλθεν Ἀβεννὴρ πρὸς Δαυὶδ εἰς Χεβρὼν καὶ μετ' αὐτοῦ εἴκοσι ἄνδρες. καὶ ἐποίησεν Δαυὶδ τῷ Ἀβεννὴρ καὶ τοῖς ἀνδράσιν τοῖς μετ' αὐτοῦ πότον. 21 καὶ εἶπεν Ἀβεννὴρ πρὸς Δαυὶδ ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ἰσραὴλ καὶ διαθήσομαι μετὰ σοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν, οἷς ἐπιθυμεῖ ψυχή σου. καὶ ἀπέστειλεν Δαυὶδ τὸν Ἀβεννήρ, καὶ ἐπορεύθη ἐν εἰρήνῃ.

22 καὶ ἰδοὺ οἱ παῖδες Δαυὶδ καὶ Ἰωὰβ παρεγίνοντο ἐκ τῆς ἐξοδίας καὶ σκῦλα πολλὰ ἔφερον μετ' αὐτῶν· καὶ Ἀβεννὴρ οὐκ ἦν μετὰ Δαυὶδ εἰς Χεβρών, ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνῃ. 23 καὶ Ἰωὰβ καὶ πᾶσα στρατιὰ αὐτοῦ ἤχθησαν, καὶ ἀπηγγέλη τῷ Ἰωὰβ λέγοντες ἥκει Ἀβεννὴρ υἱὸς Νὴρ πρὸς Δαυίδ, καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλθεν ἐν εἰρήνῃ. 24 καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα καὶ εἶπεν τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλθεν Ἀβεννὴρ πρὸς σέ, καὶ ἵνα τί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ; 25  οὐκ οἶδας τὴν κακίαν Ἀβεννὴρ υἱοῦ Νήρ, ὅτι ἀπατῆσαί σὲ παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα, ὅσα σὺ ποιεῖς;

Joab Murders Abner

26 καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τοῦ Δαυὶδ καὶ ἀπέστειλεν ἀγγέλους ὀπίσω Ἀβεννήρ, καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σεϊράμ· καὶ Δαυὶδ οὐκ ᾔδει. 27 καὶ ἐπέστρεψεν Ἀβεννὴρ εἰς Χεβρών, καὶ ἐξέκλινεν αὐτὸν Ἰωὰβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν ἐνεδρεύων καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ ἐπὶ τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἵματι Ἀσαὴλ τοῦ ἀδελφοῦ Ἰωάβ.

28 καὶ ἤκουσεν Δαυὶδ μετὰ ταῦτα καὶ εἶπεν ἀθῷός εἰμι ἐγὼ καὶ βασιλεία μου ἀπὸ κυρίου ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Ἀβεννὴρ υἱοῦ Νήρ· 29 καταντησάτωσαν ἐπὶ κεφαλὴν Ἰωὰβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλίποι ἐκ τοῦ οἴκου Ἰωὰβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ῥομφαίᾳ καὶ ἐλασσούμενος ἄρτοις. 30 Ἰωὰβ δὲ καὶ Ἀβεσσὰ ἀδελφὸς αὐτοῦ διεπαρετηροῦντο τὸν Ἀβεννὴρ ἀνθ' ὧν ἐθανάτωσεν τὸν Ἀσαὴλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαὼν ἐν τῷ πολέμῳ.

David Mourns Abner

31 καὶ εἶπεν Δαυὶδ πρὸς Ἰωὰβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ' αὐτοῦ διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἔμπροσθεν Ἀβεννήρ· καὶ βασιλεὺς Δαυὶδ ἐπορεύετο ὀπίσω τῆς κλίνης. 32 καὶ θάπτουσιν τὸν Ἀβεννὴρ εἰς Χεβρών· καὶ ἦρεν βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ, καὶ ἔκλαυσεν πᾶς λαὸς ἐπὶ Ἀβεννήρ.

33 καὶ ἐθρήνησεν βασιλεὺς ἐπὶ Ἀβεννὴρ καὶ εἶπεν εἰ κατὰ τὸν θάνατον Ναβὰλ ἀποθανεῖται Ἀβεννήρ; 34 αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οἱ πόδες σου οὐκ ἐν πέδαις· οὐ προσήγαγεν ὡς Ναβάλ, ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας. καὶ συνήχθη πᾶς λαὸς τοῦ κλαῦσαι αὐτόν. 35 καὶ ἦλθεν πᾶς λαὸς περιδειπνῆσαι τὸν Δαυὶδ ἄρτοις ἔτι οὔσης ἡμέρας, καὶ ὤμοσεν Δαυὶδ λέγων τάδε ποιήσαι μοι θεὸς καὶ τάδε προσθείη, ὅτι ἐὰν μὴ δύῃ ἥλιος, οὐ μὴ γεύσωμαι ἄρτου ἀπὸ παντός τινος. 36 καὶ ἔγνω πᾶς λαός, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα, ὅσα ἐποίησεν βασιλεὺς ἐνώπιον τοῦ λαοῦ. 37 καὶ ἔγνω πᾶς λαὸς καὶ πᾶς Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν Ἀβεννὴρ υἱὸν Νήρ.

38 καὶ εἶπεν βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ἰσραήλ; 39 καὶ ὅτι ἐγώ εἰμι σήμερον συγγενὴς καὶ καθεσταμένος ὑπὸ βασιλέως, οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουίας σκληρότεροί μού εἰσιν· ἀνταποδῷ κύριος τῷ ποιοῦντι πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ.