Greek: Septuagint (LXX)
English: John Barach
English: John Barach
Chapter 44
The Brothers Are Brought Back
| 1 Καὶ ἐνετείλατο Ἰωσὴφ τῷ ὄντι ἐπὶ τῆς οἰκίας αὐτοῦ λέγων Πλήσατε τοὺς μαρσίππους τῶν ἀνθρώπων βρωμάτων, ὅσα ἐὰν δύνωνται ἆραι, καὶ ἐμβάλατε ἑκάστου τὸ ἀργύριον ἐπὶ τοῦ στόματος τοῦ μαρσίππου 2 καὶ τὸ κόνδυ μου τὸ ἀργυροῦν ἐμβάλατε εἰς τὸν μάρσιππον τοῦ νεωτέρου καὶ τὴν τιμὴν τοῦ σίτου αὐτοῦ. ἐγενήθη δὲ κατὰ τὸ ῥῆμα Ἰωσήφ, καθὼς εἶπεν. — 3 τὸ πρωῒ διέφαυσεν, καὶ οἱ ἄνθρωποι ἀπεστάλησαν αὐτοὶ καὶ οἱ ὄνοι αὐτῶν. 4 ἐξελθόντων δὲ αὐτῶν τὴν πόλιν (οὐκ ἀπέσχον μακράν) καὶ Ἰωσὴφ εἶπεν τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ Ἀναστὰς ἐπιδίωξον ὀπίσω τῶν ἀνθρώπων καὶ καταλήμψῃ αὐτοὺς καὶ ἐρεῖς αὐτοῖς Τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλῶν; 5 ἵνα τί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν; οὐ τοῦτό ἐστιν, ἐν ᾧ πίνει ὁ κύριός μου; αὐτὸς δὲ οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ. πονηρὰ συντετέλεσθε, ἃ πεποιήκατε. 6 εὑρὼν δὲ αὐτοὺς εἶπεν αὐτοῖς κατὰ τὰ ῥήματα ταῦτα. 7 οἱ δὲ εἶπον αὐτῷ Ἵνα τί λαλεῖ ὁ κύριος κατὰ τὰ ῥήματα ταῦτα; μὴ γένοιτο τοῖς παισίν σου ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο. 8 εἰ τὸ μὲν ἀργύριον, ὃ εὕρομεν ἐν τοῖς μαρσίπποις ἡμῶν, ἀπεστρέψαμεν πρὸς σὲ ἐκ γῆς Χαναάν, πῶς ἄν κλέψαιμεν ἐκ τοῦ οἴκου τοῦ κυρίου σου ἀργύριον ἢ χρυσίον; 9 παρ' ᾧ ἄν εὑρεθῇ τὸ κόνδυ τῶν παίδων σου, ἀποθνῃσκέτω· καὶ ἡμεῖς δὲ ἐσόμεθα παῖδες τῷ κυρίῳ ἡμῶν. 10 ὁ δὲ εἶπεν Καὶ νῦν ὡς λέγετε, οὕτως ἔσται· ὁ ἄνθρωπος, παρ' ᾧ ἄν εὑρεθῇ τὸ κόνδυ, αὐτὸς ἔσται μου παῖς, ὑμεῖς δὲ ἔσεσθε καθαροί. 11 καὶ ἔσπευσαν καὶ καθεῖλαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ ἤνοιξαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ. 12 ἠρεύνα δὲ ἀπὸ τοῦ πρεσβυτέρου ἀρξάμενος ἕως ἦλθεν ἐπὶ τὸν νεώτερον, καὶ εὗρεν τὸ κόνδυ ἐν τῷ μαρσίππῳ τῷ Βενιαμίν. 13 καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐπέθηκαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὸν ὄνον αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν. | 1 And Joseph commanded the one who was over his house, saying, "Fill the men’s sacks with food, as much as they are able to carry, and put each man’s money on the mouth of his sack. 2 And my silver cup—put it in the sack of the youngest, along with the price of his grain." And it was done according to the word of Joseph, just as he said. 3 When the morning dawned, the men were sent away, they and their donkeys. 4 When they had gone out of the city (and were not far off), Joseph said to the one over his house, "Arise, pursue after the men; and when you overtake them, you shall say to them, 'Why have you returned evil for good? 5 Why have you stolen my silver cup? Is this not the one from which my lord drinks? He even uses it for divination. You have done a wicked thing in what you have performed.'" 6 And when he found them, he spoke these words to them. 7 But they said to him, "Why does my lord speak according to these words? Far be it from your servants to do according to this deed! 8 If the money which we found in our sacks we brought back to you from the land of Canaan, how then should we steal silver or gold from the house of your lord? 9 With whomever of your servants the cup is found, let him die; and we also will be slaves to our lord." 10 And he said, "Now also, as you say, so let it be: the man with whom the cup is found, he shall be my slave, but you shall be blameless." 11 And they hurried and each man lowered his sack to the ground, and each man opened his sack. 12 And he searched, beginning from the eldest until he came to the youngest, and he found the cup in Benjamin’s sack. 13 And they tore their garments, and each man loaded his sack upon his donkey and they returned to the city. |
| 14 Εἰσῆλθεν δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρὸς Ἰωσὴφ ἔτι αὐτοῦ ὄντος ἐκεῖ καὶ ἔπεσον ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν. 15 εἶπεν δὲ αὐτοῖς Ἰωσὴφ Τί τὸ πρᾶγμα τοῦτο, ὃ ἐποιήσατε; οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνιεῖται ἄνθρωπος οἷος ἐγώ; 16 εἶπεν δὲ Ἰούδας Τί ἀντεροῦμεν τῷ κυρίῳ ἢ τί λαλήσωμεν ἢ τί δικαιωθῶμεν; ὁ δὲ θεὸς εὗρεν τὴν ἀδικίαν τῶν παίδων σου. ἰδού ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν, καὶ ἡμεῖς καὶ παρ' ᾧ εὑρέθη τὸ κόνδυ. 17 εἶπεν δὲ Ἰωσὴφ Μή μοι γένοιτο ποιῆσαι τὸ ῥῆμα τοῦτο· ὁ ἄνθρωπος, παρ' ᾧ εὑρέθη τὸ κόνδυ, αὐτὸς ἔσται μου παῖς, ὑμεῖς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν. | 14 And Judah and his brothers entered into Joseph's presence while he was still there, and they fell before him upon the ground. 15 And Joseph said to them, "What is this thing that you have done? Do you not know that a man such as I can surely divine?" 16 And Judah said, "What shall we say in return to my lord, or what shall we speak, or how shall we be cleared? God has found out the injustice of your servants. Behold, we are servants to our lord, both we and the one with whom the cup was found." 17 But Joseph said, "Far be it from me to do this thing; the man with whom the cup was found, he shall be my slave; but as for you, go up in safety (salvation) to your father." |
| 18 Ἐγγίσας δὲ αὐτῷ Ἰούδας εἶπεν Δέομαι, κύριε, λαλησάτω ὁ παῖς σου, ῥῆμα ἐναντίον σου καὶ μὴ θυμωθῇς τῷ παιδί σου, ὅτι σὺ εἶ μετὰ Φαραώ. 19 κύριε, σὺ ἠρώτησας τοὺς παῖδάς σου λέγων Εἰ ἔχετε πατέρα ἢ ἀδελφόν; 20 καὶ εἴπαμεν τῷ κυρίῳ Ἔστιν ἡμῖν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρως νεώτερον αὐτῷ, καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν, αὐτὸς δὲ μόνος ὑπελείφθη τῇ μητρὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν. 21 εἶπας δὲ τοῖς παισίν σου Καταγάγετε αὐτὸν πρός με, καὶ ἐπιμελοῦμαι αὐτοῦ. 22 καὶ εἴπαμεν τῷ κυρίῳ Οὐ δυνήσεται τὸ παιδίον καταλιπεῖν τὸν πατέρα· ἐὰν δὲ καταλίπῃ τὸν πατέρα, ἀποθανεῖται. 23 σὺ δὲ εἶπας τοῖς παισίν σου Ἐὰν μὴ καταβῇ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ' ὑμῶν, οὐ προσθήσεσθε ἔτι ἰδεῖν τὸ πρόσωπόν μου. 24 ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς τὸν παῖδά σου πατέρα δὲ ἡμῶν, ἀπηγγείλαμεν αὐτῷ τὰ ῥήματα τοῦ κυρίου. 25 εἶπεν δὲ ἡμῖν ὁ πατὴρ ἡμῶν Βαδίσατε πάλιν, ἀγοράσατε ἡμῖν μικρὰ βρώματα. 26 ἡμεῖς δὲ εἴπαμεν Οὐ δυνησόμεθα καταβῆναι· ἀλλ' εἰ μὲν ὁ ἀδελφὸς ἡμῶν ὁ νεώτερος καταβαίνει μεθ' ἡμῶν, καταβησόμεθα· οὐ γὰρ δυνησόμεθα ἰδεῖν τὸ πρόσωπον τοῦ ἀνθρώπου, τοῦ ἀδελφοῦ τοῦ νεωτέρου μὴ ὄντος μεθ' ἡμῶν. 27 εἶπεν δὲ ὁ παῖς σου ὁ πατὴρ ἡμῶν πρὸς ἡμᾶς Ὑμεῖς γινώσκετε ὅτι δύο ἔτεκέν μοι ἡ γυνή· 28 καὶ ἐξῆλθεν ὁ εἷς ἀπ' ἐμοῦ, καὶ εἴπατε ὅτι θηριόβρωτος γέγονεν, καὶ οὐκ εἶδον αὐτὸν ἔτι καὶ νῦν· 29 ἐὰν οὖν λάβητε καὶ τοῦτον ἐκ προσώπου μου καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου. 30 νῦν οὖν ἐὰν εἰσπορεύωμαι πρὸς τὸν παῖδά σου πατέρα δὲ ἡμῶν καὶ τὸ παιδάριον μὴ ᾖ μεθ' ἡμῶν — ἡ δὲ ψυχὴ αὐτοῦ ἐκκρέμαται ἐκ τῆς τούτου ψυχῆς —, 31 καὶ ἔσται ἐν τῷ ἰδεῖν αὐτὸν μὴ ὂν τὸ παιδάριον μεθ' ἡμῶν τελευτήσει, καὶ κατάξουσιν οἱ παῖδές σου τὸ γῆρας τοῦ παιδὸς σου πατρὸς δὲ ἡμῶν μετ' ὀδύνης εἰς ᾅδου. 32 ὁ γὰρ παῖς σου ἐκδέδεκται τὸ παιδίον παρὰ τοῦ πατρὸς λέγων Ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι πρὸς τὸν πατέρα πάσας τὰς ἡμέρας. 33 νῦν οὖν παραμενῶ σοί παῖς ἀντὶ τοῦ παιδίου, οἰκέτης τοῦ κυρίου· τὸ δὲ παιδίον ἀναβήτω μετὰ τῶν ἀδελφῶν. 34 πῶς γὰρ ἀναβήσομαι πρὸς τὸν πατέρα, τοῦ παιδίου μὴ ὄντος μεθ' ἡμῶν; ἵνα μὴ ἴδω τὰ κακά, ἃ εὑρήσει τὸν πατέρα μου. | 18 Then Judah approached him and said, "I beg you, lord, let your servant speak a word in your presence, and do not be angry with your servant, for you are like Pharaoh. 19 Lord, you asked your servants, saying, 'Do you have a father or a brother?' 20 And we said to my lord, 'We have an elderly father and a younger child of his old age; and his brother is dead, and he alone is left to his mother, and his father loves him.' 21 And you said to your servants, 'Bring him down to me, and I will take care of him.' 22 And we said to my lord, 'The boy will not be able to leave his father; for if he leaves his father, he [the father] will die.' 23 But you said to your servants, 'Unless your youngest brother comes down with you, you shall not proceed to see my face again.' 24 And it happened when we went up to your servant, our father, we reported to him the words of my lord. 25 And our father said to us, 'Go again, buy for us a little food.' 26 But we said, 'We shall not be able to go down; but if our youngest brother goes down with us, we will go down; for we shall not be able to see the man's face if our youngest brother is not with us.' 27 And your servant, our father, said to us, 'You know that my wife bore two sons to me; 28 and one went out from me, and you said that he was devoured by a wild beast, and I have not seen him until now. 29 If then you take this one also from my presence and misfortune befalls him on the way, you will bring down my old age with sorrow to Hades.' 30 Now therefore, if I go to your servant, our father, and the lad is not with us—since his [the father's] soul is bound up in this one's soul— 31 it will happen that when he sees that the lad is not with us, he will die; and your servants will bring down the old age of your servant, our father, with pain to Hades. 32 For your servant stood as surety for the lad with my father, saying, 'If I do not bring him to you and set him before you, I shall be a sinner against my father for all my days.' 33 Now therefore, let me remain as your slave instead of the lad, a servant of my lord; but let the lad go up with his brothers. 34 For how shall I go up to my father if the lad is not with us? Lest I see the evils that will find my father." |

