top Deuteronomy ch 30
Greek: Septuagint (LXX)
English: John Barach
Chapter 30
Repentance and Restoration
1 Καὶ ἔσται ὡς ἄν ἔλθωσιν ἐπὶ σὲ πάντα, τὰ ῥήματα ταῦτα ἡ εὐλογία καὶ ἡ κατάρα, ἣν ἔδωκα πρὸ προσώπου σου, καὶ δέξῃ εἰς τὴν καρδίαν σου ἐν πᾶσιν τοῖς ἔθνεσιν, οὗ ἐάν σὲ διασκορπίσῃ κύριος ἐκεῖ, 2 καὶ ἐπιστραφήσῃ ἐπὶ κύριον τὸν θεόν σου καὶ ὑπακούσῃ τῆς φωνῆς αὐτοῦ κατὰ πάντα, ὅσα ἐγὼ ἐντέλλομαί σοί σήμερον, ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, 3 καὶ ἰάσεται κύριος τὰς ἁμαρτίας σου καὶ ἐλεήσει σὲ καὶ πάλιν συνάξει σὲ ἐκ πάντων τῶν ἐθνῶν, εἰς οὓς διεσκόρπισέν σὲ κύριος ἐκεῖ. 1 And it shall be, when all these things come upon you—the blessing and the curse which I have set before you—and you receive them into your heart among all the nations where the Lord has scattered you, 2 and you return to the Lord your God and listen to his voice according to all that I command you today, with all your heart and with all your soul, 3 then the Lord will heal your sins and have mercy on you, and he will gather you again from all the nations where the Lord scattered you there.
4 ἐὰν ᾖ ἡ διασπορά σου ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξει σὲ κύριος ὁ θεός σου, καὶ ἐκεῖθεν λήμψεταί σὲ κύριος ὁ θεός σου· 5 καὶ εἰσάξει σὲ κύριος ὁ θεός σου εἰς τὴν γῆν, ἣν ἐκληρονόμησαν οἱ πατέρες σου, καὶ κληρονομήσεις αὐτήν· καὶ εὖ σὲ ποιήσει καὶ πλεοναστόν σὲ ποιήσει ὑπὲρ τοὺς πατέρας σου. 6 καὶ περικαθαριεῖ κύριος τὴν καρδίαν σου καὶ τὴν καρδίαν τοῦ σπέρματός σου ἀγαπᾶν κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, ἵνα ζῇς σύ. 4 Even if your dispersion is from one end of heaven to the other end of heaven, from there the Lord your God will gather you, and from there the Lord your God will take you. 5 And the Lord your God will bring you into the land which your fathers inherited, and you shall inherit it; and he will do you good and make you more numerous than your fathers. 6 And the Lord will thoroughly cleanse (perikathariei) your heart and the heart of your offspring to love the Lord your God with all your heart and with all your soul, so that you may live.
The Promise of Prosperity Renewed
7 καὶ δώσει κύριος ὁ θεός σου τὰς ἀρὰς ταύτας ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἐπὶ τοὺς μισοῦντάς σε, οἳ ἐδίωξάν σε. 8 καὶ σὺ ἐπιστραφήσῃ καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοί σήμερον, 9 καὶ πολυωρήσει σὲ κύριος ὁ θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐν τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐν τοῖς ἐκγόνοις τῶν κτηνῶν σου· ὅτι ἐπιστρέψει κύριος ὁ θεός σου εὐφρανθῆναι ἐπὶ σὲ εἰς ἀγαθά, καθότι ηὐφράνθη ἐπὶ τοῖς πατράσιν σου, 10 ἐὰν εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, ἐὰν ἐπιστραφῇς ἐπὶ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου. 7 And the Lord your God will put these curses upon your enemies and upon those who hate you, who persecuted you. 8 And you shall return and listen to the voice of the Lord your God and do his commandments, as many as I command you today. 9 And the Lord your God will abundantly bless you (polyōrēsei) in every work of your hands, in the offspring of your womb, and in the produce of your land, and in the offspring of your livestock; for the Lord your God will turn again to rejoice over you for good, just as he rejoiced over your fathers, 10 if you listen to the voice of the Lord your God to keep and to do all his commandments and his statutes and his judgments written in this book of the law, if you turn to the Lord your God with all your heart and with all your soul.
The Nearness of the Word
11 ὅτι ἡ ἐντολὴ αὕτη, ἣν ἐγὼ ἐντέλλομαί σοί σήμερον, οὐχ ὑπέρογκός ἐστιν οὐδὲ μακρὰν ἀπὸ σου. 12 οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶν λέγων τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρανὸν καὶ λήμψεται αὐτὴν ἡμῖν; καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν. 13 οὐδὲ πέραν τῆς θαλάσσης ἐστὶν λέγων τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης καὶ λήμψεται ἡμῖν αὐτήν; καὶ ἀκουστὴν ἡμῖν ποιήσει αὐτήν, καὶ ποιήσομεν. 14 ἔστιν σου ἐγγὺς τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσίν σου αὐτὸ ποιεῖν. 11 For this commandment which I command you today is not excessively burdensome (hyperogkos) nor is it far from you. 12 It is not in heaven above, that one should say, "Who will go up for us into heaven and take it for us? And having heard it, we will do it." 13 Nor is it beyond the sea, that one should say, "Who will cross for us to the other side of the sea and take it for us? And he will make it heard by us, and we will do it." 14 The word is very near to you, in your mouth and in your heart and in your hands to do it.
Choose Life
17 καὶ ἐὰν μεταστῇ ἡ καρδία σου καὶ μὴ εἰσακούσῃς καὶ πλανηθεὶς προσκυνήσῃς θεοῖς ἑτέροις καὶ λατρεύσῃς αὐτοῖς, 18 ἀναγγέλλω σοί σήμερον ὅτι ἀπωλείᾳ ἀπολεῖσθε καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τῆς γῆς, ἧς κύριος ὁ θεός σου δίδωσίν σοι, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν. 17 But if your heart turns away and you do not listen, and being led astray you bow down to other gods and serve them, 18 I declare to you today that you shall utterly perish, and you shall not be long-lived upon the land which the Lord your God gives to you, into which you are crossing the Jordan to inherit.
19 διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὸ προσώπου ὑμῶν, τὴν εὐλογίαν καὶ τὴν κατάραν· ἔκλεξαι τὴν ζωήν ἵνα ζῇς σὺ καὶ τὸ σπέρμα σου, 20 ἀγαπᾶν κύριον τὸν θεόν σου, εἰσακούειν τῆς φωνῆς αὐτοῦ καὶ ἔχεσθαι αὐτοῦ· ὅτι τοῦτο ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου κατοικεῖν σὲ ἐπὶ τῆς γῆς, ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ δοῦναι αὐτοῖς. 19 I call both heaven and earth to witness against you today: I have set before you life and death, the blessing and the curse; choose life so that you and your offspring may live, 20 to love the Lord your God, to listen to his voice, and to hold fast (echesthai) to him; for this is your life and the length of your days, to dwell upon the land which the Lord swore to your fathers Abraham, Isaac, and Jacob to give to them.