Greek: Septuagint (LXX)
English: John Barach
English: John Barach
Chapter 29
Introduction and Historical Remembrance
| 1 Οὗτοι οἱ λόγοι τῆς διαθήκης, οὓς ἐνετείλατο κύριος Μωυσῇ στῆσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Μωάβ, πλὴν τῆς διαθήκης, ἧς διέθετο αὐτοῖς ἐν Χωρήβ. | 1 These are the words of the covenant which the Lord commanded Moses to establish with the sons of Israel in the land of Moab, besides the covenant which he made with them in Horeb. |
| 2 καὶ ἐκάλεσεν Μωυσῆς πάντας τοὺς υἱοὺς Ἰσραὴλ καὶ εἶπεν πρὸς αὐτούς ὑμεῖς ἑωράκατε πάντα, ὅσα ἐποίησεν κύριος ἐν γῇ Αἰγύπτῳ ἐνώπιον ὑμῶν Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ, 3 τοὺς πειρασμοὺς τοὺς μεγάλους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα· 4 καὶ οὐκ ἔδωκεν κύριος ὁ θεὸς ὑμῖν καρδίαν εἰδέναι καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν ἕως τῆς ἡμέρας ταύτης. 5 καὶ ἤγαγεν ὑμᾶς τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ· οὐκ ἐπαλαιώθη τὰ ἱμάτια ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν οὐ κατετρίβη ἀπὸ τῶν ποδῶν ὑμῶν· 6 ἄρτον οὐκ ἐφάγετε, οἶνον καὶ σίκερα οὐκ ἐπίετε, ἵνα γνῶτε ὅτι οὗτος κύριος ὁ θεὸς ὑμῶν. 7 καὶ ἤλθετε ἕως τοῦ τόπου τούτου, καὶ ἐξῆλθεν Σηὼν βασιλεὺς Ἐσεβὼν καὶ Ὢγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν ἡμῖν ἐν πολέμῳ, καὶ ἐπατάξαμεν αὐτοὺς 8 καὶ ἐλάβομεν τὴν γῆν αὐτῶν, καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ Ῥουβὴν καὶ τῷ Γαδδὶ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ. 9 καὶ φυλάξεσθε ποιεῖν πάντας τοὺς λόγους τῆς διαθήκης ταύτης, ἵνα συνῆτε πάντα, ὅσα ποιήσετε. | 2 And Moses called all the sons of Israel and said to them: "You have seen all that the Lord did in the land of Egypt before your eyes to Pharaoh and to his servants and to all his land— 3 the great trials which your eyes saw, those great signs and wonders. 4 Yet the Lord your God has not given you a heart to know and eyes to see and ears to hear until this day. 5 And he led you forty years in the wilderness; your garments did not grow old, and your sandals were not worn away from your feet. 6 You did not eat bread, and you did not drink wine or strong drink, so that you might know that he is the Lord your God. 7 And you came to this place, and Sihon king of Heshbon and Og king of Bashan came out to meet us in war, and we struck them down. 8 And we took their land, and I gave it as an allotment to Reuben and Gad and to the half-tribe of Manasseh. 9 Therefore you shall be careful to do all the words of this covenant, so that you may understand all that you shall do." |
The Assembly of the Covenant
| 10 ὑμεῖς ἑστήκατε πάντες σήμερον ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, οἱ ἀρχίφυλοι ὑμῶν καὶ ἡ γερουσία ὑμῶν καὶ οἱ κριταὶ ὑμῶν καὶ οἱ γραμματοεισαγωγεῖς ὑμῶν πᾶς ἀνὴρ Ἰσραήλ, 11 αἱ γυναῖκες ὑμῶν καὶ τὰ ἔκγονα ὑμῶν καὶ ὁ προσήλυτος ὁ ἐν μέσῳ τῆς παρεμβολῆς ὑμῶν ἀπὸ ξυλοκόπου ὑμῶν καὶ ἕως ὑδροφόρου ὑμῶν, 12 παρελθεῖν ἐν τῇ διαθήκῃ κυρίου τοῦ θεοῦ σου καὶ ἐν ταῖς ἀραῖς αὐτοῦ, ὅσα κύριος ὁ θεός σου διατίθεται πρὸς σὲ σήμερον, 13 ἵνα στήσῃ σὲ αὐτῷ εἰς λαόν, καὶ αὐτὸς ἔσται σου θεός, ὃν τρόπον εἶπέν σοι, καὶ ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. 14 καὶ οὐχ ὑμῖν μόνοις ἐγὼ διατίθεμαι τὴν διαθήκην ταύτην καὶ τὴν ἀρὰν ταύτην, 15 ἀλλὰ καὶ τοῖς ὧδε οὖσι μεθ' ἡμῶν σήμερον ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ τοῖς μὴ οὖσιν μεθ' ἡμῶν ὧδε σήμερον. | 10 "You all stand today before the Lord your God—your tribal chiefs, your elders, your judges, and your scribes-officers (grammatoeisagōgeis), every man of Israel, 11 your wives and your offspring, and the proselyte who is in the midst of your camp, from your woodcutter to your water-carrier— 12 to enter into the covenant of the Lord your God and into his curses (arais), which the Lord your God makes with you today, 13 so that he may establish you for himself as a people, and he will be your God, in the manner he told you and in the manner he swore to your fathers, Abraham and Isaac and Jacob. 14 And not with you alone do I make this covenant and this curse, 15 but with those who are here with us today before the Lord our God, and with those who are not here with us today." |
Warning Against Individual Apostasy
| 16 ὅτι ὑμεῖς οἴδατε ὡς κατῳκήσαμεν ἐν γῇ Αἰγύπτῳ καὶ παρήλθομεν ἐν μέσῳ τῶν ἐθνῶν, οὓς παρήλθετε, 17 καὶ εἴδετε τὰ βδελύγματα αὐτῶν καὶ τὰ εἴδωλα αὐτῶν, ξύλον καὶ λίθον, ἀργύριον καὶ χρυσίον, ἅ ἐστιν παρ' αὐτοῖς. 18 μή τίς ἐστιν ἐν ὑμῖν ἀνὴρ ἢ γυνὴ ἢ πατριὰ ἢ φυλή, τίνος ἡ διάνοια ἐξέκλινεν ἀπὸ κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθαι λατρεύειν τοῖς θεοῖς τῶν ἐθνῶν ἐκείνων; μή τίς ἐστιν ἐν ὑμῖν ῥίζα ἄνω φύουσα ἐν χολῇ καὶ πικρίᾳ; 19 καὶ ἔσται ἐὰν ἀκούσῃ τὰ ῥήματα τῆς ἀρᾶς ταύτης καὶ ἐπιφημίσηται ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων ὅσιά μοι γένοιτο ὅτι ἐν τῇ ἀποπλανήσει τῆς καρδίας μου πορεύσομαι, ἵνα μὴ συναπολέσῃ ὁ ἁμαρτωλὸς τὸν ἀναμάρτητον, 20 οὐ μὴ θελήσῃ ὁ θεὸς εὐιλατεῦσαι αὐτῷ, ἀλλ' ἢ τότε ἐκκαυθήσεται ὀργὴ κυρίου καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ, καὶ κολληθήσονται ἐν αὐτῷ πᾶσαι αἱ ἀραὶ τῆς διαθήκης ταύτης αἱ γεγραμμέναι ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, καὶ ἐξαλείψει κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν· 21 καὶ διαστελεῖ αὐτὸν κύριος εἰς κακὰ ἐκ πάντων τῶν υἱῶν Ἰσραὴλ κατὰ πάσας τὰς ἀρὰς τῆς διαθήκης τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου. | 16 "For you know how we dwelt in the land of Egypt and how we passed through the midst of the nations through which you came. 17 And you saw their abominations and their idols—wood and stone, silver and gold—which are among them. 18 Lest there be among you a man or woman or family or tribe whose mind has turned away from the Lord your God to go and serve the gods of those nations; lest there be among you a root sprouting up in gall and bitterness. 19 And it shall be, if one hears the words of this curse and congratulates himself (epiphēmisētai) in his heart, saying, 'Blessings (hosia) be to me, for I shall walk in the wandering of my heart,' so that the sinner might not destroy the sinless along with him, 20 God will not be willing to be propitiated (euilateusai) toward him, but then the anger of the Lord and his zeal will burn against that man, and all the curses of this covenant written in this book of the law shall cling to him, and the Lord will blot out his name from under heaven. 21 And the Lord will set him apart for evils from all the sons of Israel, according to all the curses of the covenant written in this book of the law." |
The Desolation of the Land
| 22 καὶ ἐροῦσιν ἡ γενεὰ ἡ ἑτέρα, οἱ υἱοὶ ὑμῶν, οἳ ἀναστήσονται μεθ' ὑμᾶς, καὶ ὁ ἀλλότριος, ὃς ἄν ἔλθῃ ἐκ γῆς μακρόθεν, καὶ ὄψονται τὰς πληγὰς τῆς γῆς ἐκείνης καὶ τὰς νόσους αὐτῆς, ἃς ἀπέστειλεν κύριος ἐπ' αὐτήν 23 θεῖον καὶ ἅλα κατακεκαυμένον, πᾶσα ἡ γῆ αὐτῆς οὐ σπαρήσεται οὐδὲ ἀνατελεῖ, οὐδὲ μὴ ἀναβῇ ἐπ' αὐτὴν πᾶν χλωρόν, ὥσπερ κατεστράφη Σόδομα καὶ Γόμορρα, Ἀδαμὰ καὶ Σεβωΐμ, ἃς κατέστρεψεν κύριος ἐν θυμῷ καὶ ὀργῇ, 24 καὶ ἐροῦσιν πάντα τὰ ἔθνη διὰ τί ἐποίησεν κύριος οὕτως τῇ γῇ ταύτῃ; τίς ὁ θυμὸς τῆς ὀργῆς ὁ μέγας οὗτος; 25 καὶ ἐροῦσιν ὅτι κατελίποσαν τὴν διαθήκην κυρίου τοῦ θεοῦ τῶν πατέρων αὐτῶν, ἃ διέθετο τοῖς πατράσιν αὐτῶν, ὅτε ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, 26 καὶ πορευθέντες ἐλάτρευσαν θεοῖς ἑτέροις καὶ προσεκύνησαν αὐτοῖς, οἷς οὐκ ἠπίσταντο οὐδὲ διένειμεν αὐτοῖς· 27 καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὴν γῆν ἐκείνην ἐπαγαγεῖν ἐπ' αὐτὴν κατὰ πάσας τὰς κατάρας τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, 28 καὶ ἐξῆρεν αὐτοὺς κύριος ἀπὸ τῆς γῆς αὐτῶν ἐν θυμῷ καὶ ὀργῇ καὶ παροξυσμῷ μεγάλῳ σφόδρα καὶ ἐξέβαλεν αὐτοὺς εἰς γῆν ἑτέραν ὡσεὶ νῦν. | 22 "And the next generation—your sons who rise up after you and the foreigner who comes from a distant land—shall say when they see the plagues of that land and its diseases which the Lord sent upon it: 23 'Sulphur and burnt salt! All its land shall not be sown, nor will it sprout, nor shall any green thing spring up on it, just as Sodom and Gomorrah, Admah and Zeboiim were overthrown, which the Lord overthrew in his anger and wrath.' 24 And all the nations will say, 'Why did the Lord do thus to this land? What is this great heat of anger?' 25 And they will say, 'Because they abandoned the covenant of the Lord, the God of their fathers, which he made with their fathers when he brought them out of the land of Egypt; 26 and they went and served other gods and bowed down to them—gods whom they did not know and whom he had not assigned (dieneimen) to them. 27 And the Lord was provoked to anger against that land, to bring upon it all the curses written in this book of the law; 28 and the Lord uprooted them from their land in anger and wrath and very great provocation, and cast them out into another land, as it is now.' |
| 29 τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ ἡμῶν τὰ δὲ φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν εἰς τὸν αἰῶνα ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου. | 29 The secret things belong to the Lord our God, but the revealed things belong to us and to our children forever, to do all the words of this law." |
