top Exodus ch 9
Greek: Septuagint (LXX)
English: John Barach
Chapter 9
Egyptian Cattle Die
1 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν εἴσελθε πρὸς Φαραὼ καὶ ἐρεῖς αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς τῶν Ἑβραίων ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν· 2 εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου, ἀλλ' ἔτι ἐγκρατεῖς αὐτοῦ, 3 ἰδοὺ χεὶρ κυρίου ἐπέσται ἐν τοῖς κτήνεσίν σου τοῖς ἐν τοῖς πεδίοις, ἔν τε τοῖς ἵπποις καὶ ἐν τοῖς ὑποζυγίοις καὶ ταῖς καμήλοις καὶ βουσὶν καὶ προβάτοις, θάνατος μέγας σφόδρα. 4 καὶ παραδοξάσω ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὰ μέσον τῶν κτηνῶν τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν υἱῶν Ἰσραήλ· οὐ τελευτήσει ἀπὸ πάντων τῶν τοῦ Ἰσραὴλ υἱῶν ῥητόν. 5 καὶ ἔδωκεν ὁ θεὸς ὅρον λέγων ἐν τῇ αὔριον ποιήσει κύριος τὸ ῥῆμα τοῦτο ἐπὶ τῆς γῆς. 6 καὶ ἐποίησεν κύριος τὸ ῥῆμα τοῦτο τῇ ἐπαύριον, καὶ ἐτελεύτησεν πάντα τὰ κτήνη τῶν Αἰγυπτίων, ἀπὸ δὲ τῶν κτηνῶν τῶν υἱῶν Ἰσραὴλ οὐκ ἐτελεύτησεν οὐδέν. 7 ἰδὼν δὲ Φαραὼ ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν υἱῶν Ἰσραὴλ οὐδέν, ἐβαρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ ἐξαπέστειλεν τὸν λαόν. 1 And the Lord said to Moses, "Go in to Pharaoh and you shall say to him, 'Thus says the Lord, the God of the Hebrews: Send my people away, so that they may serve me.' 2 For if you do not wish to send my people away, but still hold mastery over them, 3 behold, the hand of the Lord shall be upon your cattle in the fields—both upon the horses and upon the beasts of burden, and the camels and oxen and sheep—a very great death. 4 And I will make a marvelous distinction in that time between the cattle of the Egyptians and the cattle of the sons of Israel; nothing of all that belongs to the sons of Israel shall die—not a word." 5 And God gave a fixed limit, saying, "Tomorrow the Lord will perform this word upon the land." 6 And the Lord performed this word on the next day, and all the cattle of the Egyptians died; but of the cattle of the sons of Israel, not one died. 7 And Pharaoh saw that of all the cattle of the sons of Israel not one had died; yet Pharaoh’s heart was made heavy, and he did not send the people away.
The Plague of Boils
8 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων λάβετε ὑμεῖς πλήρεις τὰς χεῖρας αἰθάλης καμιναίας, καὶ πασάτω Μωυσῆς εἰς τὸν οὐρανὸν ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, 9 καὶ γενηθήτω κονιορτὸς ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ ἔσται ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ τετράποδα ἕλκη, φλυκτίδες ἀναζέουσαι, ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ ἐν πάσῃ γῇ Αἰγύπτου. 10 καὶ ἔλαβεν τὴν αἰθάλην τῆς καμιναίας ἐναντίον Φαραὼ καὶ ἔπασεν αὐτὴν Μωυσῆς εἰς τὸν οὐρανόν, καὶ ἐγένετο ἕλκη, φλυκτίδες ἀναζέουσαι, ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν. 11 καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στῆναι ἐναντίον Μωυσῇ διὰ τὰ ἕλκη· ἐγένετο γὰρ τὰ ἕλκη ἐν τοῖς φαρμακοῖς καὶ ἐν πάσῃ γῇ Αἰγύπτου. 12 ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθὰ συνέταξεν κύριος. 8 And the Lord spoke to Moses and Aaron, saying, "Take for yourselves handfuls of soot from a furnace, and let Moses toss it toward the heaven before Pharaoh and before his attendants. 9 And let it become dust over all the land of Egypt, and there shall be upon the men and upon the four-footed beasts sores—boils breaking out—both among the men and among the four-footed beasts and in all the land of Egypt." 10 And he took the soot of the furnace before Pharaoh, and Moses tossed it toward the heaven; and there occurred sores, boils breaking out, among the men and among the four-footed beasts. 11 And the sorcerers were not able to stand before Moses because of the sores; for the sores occurred among the sorcerers and in all the land of Egypt. 12 But the Lord hardened Pharaoh's heart, and he did not listen to them, just as the Lord had commanded.
13 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ὄρθρισον τὸ πρωῒ καὶ στῆθι ἐναντίον Φαραὼ καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος ὁ θεὸς τῶν Ἑβραίων ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσίν μοι. 14 ἐν τῷ γὰρ νῦν καιρῷ ἐγὼ ἐξαποστέλλω πάντα τὰ συναντήματά μου εἰς τὴν καρδίαν σου καὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου ἵν' εἰδῇς ὅτι οὐκ ἔστιν ὡς ἐγὼ ἄλλος ἐν πάσῃ τῇ γῇ. 15 νῦν γὰρ ἀποστείλας τὴν χεῖρα πατάξω σὲ καὶ τὸν λαόν σου θανάτῳ, καὶ ἐκτριβήσῃ ἀπὸ τῆς γῆς· 16 καὶ ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοί τὴν ἰσχύν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. 17 ἔτι οὖν σὺ ἐμποιῇ τοῦ λαοῦ μου τοῦ μὴ ἐξαποστεῖλαι αὐτούς. 13 And the Lord said to Moses, "Rise early in the morning and stand before Pharaoh, and you shall say to him, 'Thus says the Lord, the God of the Hebrews: Send my people away, so that they may serve me. 14 For at this present time, I am sending all my blows into your heart and the hearts of your attendants and of your people, so that you may know there is no other like me in all the earth. 15 For now, having sent out my hand, I will strike you and your people with death, and you shall be wiped out from the earth. 16 And for this reason you have been preserved: so that I might show in you my strength, and so that my name might be proclaimed in all the earth. 17 Still, therefore, you set yourself against my people so as not to send them away.'"
The Plague of Hail
18 ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀφ' ἧς ἡμέρας ἔκτισται ἕως τῆς ἡμέρας ταύτης. 19 νῦν οὖν κατάσπευσον συναγαγεῖν τὰ κτήνη σου καὶ ὅσα Σοὶ ἐστιν ἐν τῷ πεδίῳ· πάντες γὰρ οἱ ἄνθρωποι καὶ τὰ κτήνη, ὅσα ἄν εὑρεθῇ ἐν τῷ πεδίῳ καὶ μὴ εἰσέλθῃ εἰς οἰκίαν, πέσῃ δὲ ἐπ' αὐτὰ ἡ χάλαζα, τελευτήσει. 20 ὁ φοβούμενος τὸ ῥῆμα κυρίου τῶν θεραπόντων Φαραὼ συνήγαγεν τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους· 21 ὃς δὲ μὴ προσέσχεν τῇ διανοίᾳ εἰς τὸ ῥῆμα κυρίου, ἀφῆκεν τὰ κτήνη ἐν τοῖς πεδίοις. 18 "Behold, at this hour tomorrow I am raining down very much hail, such as has not happened in Egypt from the day it was founded until this day. 19 Now therefore, hurry to gather your cattle and whatever is yours in the field; for every man and beast—whatever is found in the field and does not enter into a house, and the hail falls upon them—shall die." 20 Whoever among the attendants of Pharaoh feared the word of the Lord gathered his cattle into the houses; 21 but whoever did not pay attention in his mind to the word of the Lord left the cattle in the fields.
22 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ ἔσται χάλαζα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, ἐπί τε τοὺς ἀνθρώπους καὶ τὰ κτήνη καὶ ἐπὶ πᾶσαν βοτάνην τὴν ἐπὶ τῆς γῆς. 23 ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ κύριος ἔδωκεν φωνὰς καὶ χάλαζαν, καὶ διέτρεχεν τὸ πῦρ ἐπὶ τῆς γῆς, καὶ ἔβρεξεν κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου. 24 ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ· ἡ δὲ χάλαζα πολλὴ σφόδρα σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀφ' οὗ γεγένηται ἐπ' αὐτῆς ἔθνος. 25 ἐπάταξεν δὲ ἡ χάλαζα ἐν πάσῃ γῇ Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ πᾶσαν βοτάνην τὴν ἐν τῷ πεδίῳ ἐπάταξεν ἡ χάλαζα, καὶ πάντα τὰ ξύλα τὰ ἐν τοῖς πεδίοις συνέτριψεν ἡ χάλαζα· 26 πλὴν ἐν γῇ Γεσέμ, οὗ ἦσαν οἱ υἱοὶ Ἰσραήλ, οὐκ ἐγένετο ἡ χάλαζα. 22 And the Lord said to Moses, "Stretch out your hand toward heaven, and there shall be hail upon all the land of Egypt, both upon the men and the cattle and upon every herb upon the earth." 23 So Moses stretched out his hand toward heaven, and the Lord gave voices (thunder) and hail, and fire ran along the ground; and the Lord rained hail upon all the land of Egypt. 24 And there was hail, and fire flaming within the hail; and the hail was very, very great, such as had not happened in Egypt since a nation had been upon it. 25 And the hail struck in all the land of Egypt from man to beast; and the hail struck every herb in the field and shattered all the trees in the fields. 26 Except in the land of Goshen, where the sons of Israel were, there was no hail.
27 ἀποστείλας δὲ Φαραὼ ἐκάλεσεν Μωυσῆν καὶ Ἀαρὼν καὶ εἶπεν αὐτοῖς ἡμάρτηκα τὸ νῦν· ὁ κύριος δίκαιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβεῖς. 28 εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς κύριον, καὶ παυσάσθω τοῦ γενηθῆναι φωνὰς θεοῦ καὶ χάλαζαν καὶ πῦρ· καὶ ἐξαποστελῶ ὑμᾶς, καὶ οὐκέτι προσθήσεσθε μένειν. 29 εἶπεν δὲ αὐτῷ Μωυσῆς ὡς ἄν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖράς μου πρὸς κύριον, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται ἔτι· ἵνα γνῷς ὅτι τοῦ κυρίου ἡ γῆ. 30 καὶ σὺ καὶ οἱ θεράποντές σου ἐπίσταμαι ὅτι οὐδέπω πεφόβησθε τὸν κύριον. 31 τὸ δὲ λίνον καὶ ἡ κριθὴ ἐπλήγη· ἡ γὰρ κριθὴ παρεστηκυῖα, τὸ δὲ λίνον σπερματίζον. 32 ὁ δὲ πυρὸς καὶ ἡ ὀλύρα οὐκ ἐπλήγη· ὄψιμα γὰρ ἦν. 33 ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραὼ ἐκτὸς τῆς πόλεως καὶ ἐξεπέτασεν τὰς χεῖρας πρὸς κύριον, καὶ αἱ φωναὶ ἐπαύσαντο καὶ ἡ χάλαζα, καὶ ὁ ὑετὸς οὐκ ἔσταξεν ἔτι ἐπὶ τὴν γῆν. 34 ἰδὼν δὲ Φαραὼ ὅτι πέπαυται ὁ ὑετὸς καὶ ἡ χάλαζα καὶ αἱ φωναί, προσέθετο τοῦ ἁμαρτάνειν καὶ ἐβάρυνεν αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ. 35 καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ἰσραήλ, καθάπερ ἐλάλησεν κύριος τῷ Μωυσῇ. 27 And Pharaoh sent and called Moses and Aaron and said to them, "I have sinned this time; the Lord is righteous, but I and my people are impious. 28 Pray therefore for me to the Lord, and let the voices of God (thunder) and the hail and the fire cease; and I will send you away, and you shall no longer be made to stay." 29 And Moses said to him, "As soon as I go out of the city, I will spread out my hands to the Lord, and the voices shall cease, and the hail and the rain shall be no more, so that you may know that the earth belongs to the Lord. 30 But as for you and your attendants, I know that you do not yet fear the Lord." 31 (Now the flax and the barley were struck, for the barley was ripe and the flax was in seed; 32 but the wheat and the spelt were not struck, for they were late.) 33 And Moses went out from Pharaoh, outside the city, and spread out his hands to the Lord; and the voices ceased and the hail, and the rain no longer dropped upon the earth. 34 But when Pharaoh saw that the rain and the hail and the voices had ceased, he went on to sin and made his heart heavy, both he and his attendants. 35 And Pharaoh’s heart was hardened, and he did not send the sons of Israel away, just as the Lord had spoken to Moses.